4.185 Μέχρι μὲν δὴ τῶν Ἀτλάντων τούτων ἔχω τὰ οὐνόματα τῶν ἐν τῇ ὀφρύῃ κατοικημένων καταλέξαι , τὸ δ’ ἀπὸ τούτων οὐκέτι . Διήκει δ’ ὦν ὀφρύη μέχρι Ἡρακλέων στηλέων καὶ τὸ ἔξω τουτέων · ἔστι δὲ ἁλός τε μέταλλον ἐν αὐτῇ διὰ δέκα ἡμερέων ὁδοῦ καὶ ἄνθρωποι οἰκέοντες . Τὰ δὲ οἰκία τούτοισι πᾶσι ἐκ τῶν ἁλίνων χόνδρων οἰκοδομέαται · ταῦτα γὰρ ἤδη τῆς Λιβύης ἄνομβρά ἐστι · οὐ γὰρ ἂν ἐδυνέατο μένειν οἱ τοῖχοι ἐόντες ἅλινοι , εἰ ὗε . δὲ ἃλς αὐτόθι καὶ λευκὸς καὶ πορφύρεος τὸ εἶδος ὀρύσσεται . Ὑπὲρ δὲ τῆς ὀφρύης ταύτης , τὸ πρὸς νότου καὶ ἐς μεσόγαιαν τῆς Λιβύης , ἔρημος καὶ ἄνυδρος καὶ ἄθηρος καὶ ἄνομβρος καὶ ἄξυλός ἐστι χώρη , καὶ ἰκμάδος ἐστὶ ἐν αὐτῇ οὐδέν .
4.186 Οὕτω μὲν μέχρι τῆς Τριτωνίδος λίμνης ἀπ’ Αἰγύπτου νομάδες εἰσὶ κρεοφάγοι τε καὶ γαλακτοπόται Λίβυες , καὶ θηλέων τε βοῶν οὔτι γευόμενοι , δι’ τι περ οὐδὲ Αἰγύπτιοι , καὶ ὗς οὐ τρέφοντες . Βοῶν μέν νυν θηλέων οὐδ’ αἱ Κυρηναίων γυναῖκες δικαιοῦσι πατέεσθαι διὰ τὴν ἐν Αἰγύπτῳ Ἶσιν , ἀλλὰ καὶ νηστηίας αὐτῇ καὶ ὁρτὰς ἐπιτελέουσι . Αἱ δὲ τῶν Βαρκαίων γυναῖκες οὐδὲ ὑῶν πρὸς τῇσι βουσὶ γεύονται .