4.184 Ἀπὸ δὲ Γαραμάντων δι’ ἀλλέων δέκα ἡμερέων ὁδοῦ ἄλλος ἁλός τε κολωνὸς καὶ ὕδωρ , καὶ ἄνθρωποι περὶ αὐτὸν οἰκέουσι τοῖσι οὔνομά ἐστι Ἀτάραντες , οἳ ἀνώνυμοί εἰσι μοῦνοι ἀνθρώπων τῶν ἡμεῖς ἴδμεν · ἁλέσι μὲν γάρ σφί ἐστι Ἀτάραντες οὔνομα , ἑνὶ δὲ ἑκάστῳ αὐτῶν οὔνομα οὐδὲν κεῖται . Οὗτοι τῷ ἡλίῳ ὑπερβάλλοντι καταρῶνται καὶ πρὸς τούτοισι πάντα τὰ αἰσχρὰ λοιδορέονται , ὅτι σφέας καίων ἐπιτρίβει , αὐτούς τε τοὺς ἀνθρώπους καὶ τὴν χώρην αὐτῶν . Μετὰ δὲ δι’ ἀλλέων δέκα ἡμερέων ὁδοῦ ἄλλος κολωνὸς ἁλὸς καὶ ὕδωρ , καὶ ἄνθρωποι περὶ αὐτὸν οἰκέουσι . Ἔχεται δὲ τοῦ ἁλὸς τούτου ὄρος τῷ οὔνομά ἐστι Ἄτλας · ἔστι δὲ στεινὸν καὶ κυκλοτερὲς πάντῃ , ὑψηλὸν δὲ οὕτω δή τι λέγεται ὡς τὰς κορυφὰς αὐτοῦ οὐκ οἷά τε εἶναι ἰδέσθαι · οὐδέκοτε γὰρ αὐτὰς ἀπολείπειν νέφεα οὔτε θέρεος οὔτε χειμῶνος · τοῦτο τὸν κίονα τοῦ οὐρανοῦ λέγουσι οἱ ἐπιχώριοι εἶναι . Ἐπὶ τούτου τοῦ ὄρεος οἱ ἄνθρωποι οὗτοι ἐπώνυμοι ἐγένοντο · καλέονται γὰρ δὴ Ἄτλαντες . Λέγονται δὲ οὔτε ἔμψυχον οὐδὲν σιτέεσθαι οὔτε ἐνύπνια ὁρᾶν .