4.182 Μετὰ δὲ Ἀμμωνίους , διὰ τῆς ὀφρύης τῆς ψάμμου δι’ ἀλλέων δέκα ἡμερέων ὁδοῦ , κολωνός τε ἁλός ἐστι ὅμοιος τῷ Ἀμμωνίῳ καὶ ὕδωρ , καὶ ἄνθρωποι περὶ αὐτὸν οἰκέουσι · τῷ δὲ χώρῳ τούτῳ οὔνομα Αὔγιλά ἐστι · ἐς τοῦτον τὸν χῶρον οἱ Νασαμῶνες ὀπωριεῦντες τοὺς φοίνικας φοιτῶσι .
4.183 Ἀπὸ δὲ Αὐγίλων διὰ δέκα ἡμερέων ἀλλέων ὁδοῦ ἕτερος ἁλὸς κολωνὸς καὶ ὕδωρ καὶ φοίνικες καρποφόροι πολλοί , κατά περ καὶ ἐν τοῖσι ἑτέροισι · καὶ ἄνθρωποι οἰκέουσι ἐν αὐτῷ τοῖσι οὔνομα Γαράμαντές ἐστι , ἔθνος μέγα ἰσχυρῶς , οἳ ἐπὶ τὸν ἅλα γῆν ἐπιφορέοντες οὕτω σπείρουσι . Συντομώτατον δ’ . . . . . ἐστὶ ἐς τοὺς Λωτοφάγους , ἐκ τῶν τριήκοντα ἡμερέων ἐς αὐτοὺς ὁδός ἐστι . Ἐν τοῖσι καὶ οἱ ὀπισθονόμοι βόες γίνονται . Ὀπισθονόμοι δὲ διὰ τόδε εἰσί · τὰ κέρεα ἔχουσι κεκυφότα ἐς τὸ ἔμπροσθε · διὰ τοῦτο ὀπίσω ἀναχωρέοντες νέμονται · ἐς γὰρ τὸ ἔμπροσθε οὐκ οἷοί τέ εἰσι προεμβαλλόντων ἐς τὴν γῆν τῶν κερέων · ἄλλο δὲ οὐδὲν διαφέρουσι τῶν ἄλλων βοῶν ὅτι μὴ τοῦτο καὶ τὸ δέρμα ἐς παχύτητά τε καὶ τρῖψιν . Οἱ Γαράμαντες δὴ οὗτοι τοὺς Τρωγλοδύτας Αἰθίοπας θηρεύουσι τοῖσι τεθρίπποισι · οἱ γὰρ Τρωγλοδύται Αἰθίοπες πόδας τάχιστοι ἀνθρώπων πάντων εἰσὶ τῶν ἡμεῖς πέρι λόγους ἀποφερομένους ἀκούομεν . Σιτέονται δὲ οἱ Τρωγλοδύται ὄφις καὶ σαύρας καὶ τὰ τοιαῦτα τῶν ἑρπετῶν · γλῶσσαν δὲ οὐδεμιῇ ἄλλῃ παρομοίην νενομίκασι , ἀλλὰ τετρίγασι κατά περ αἱ νυκτερίδες .