4.181 Οὗτοι μὲν οἱ παραθαλάσσιοι τῶν νομάδων Λιβύων εἰρέαται . Ὑπὲρ δὲ τούτων ἐς μεσόγαιαν θηριώδης ἐστὶ Λιβύη , ὑπὲρ δὲ τῆς θηριώδεος ὀφρύη ψάμμου κατήκει , παρατείνουσα ἀπὸ Θηβέων τῶν Αἰγυπτιέων ἐπ’ Ἡρακλέας στήλας . Ἐν δὲ τῇ ὀφρύῃ ταύτῃ μάλιστα διὰ δέκα ἡμερέων ὁδοῦ ἁλός ἐστι τρύφεα κατὰ χόνδρους μεγάλους ἐν κολωνοῖσι , καὶ ἐν κορυφῇσι ἑκάστου τοῦ κολωνοῦ ἀνακοντίζει ἐκ μέσου τοῦ ἁλὸς ὕδωρ ψυχρὸν καὶ γλυκύ , περὶ δὲ αὐτὸν ἄνθρωποι οἰκέουσι ἔσχατοι πρὸς τῆς ἐρήμου καὶ ὑπὲρ τῆς θηριώδεος . Πρῶτοι μὲν ἀπὸ Θηβέων διὰ δέκα ἡμερέων ὁδοῦ Ἀμμώνιοι , ἔχοντες τὸ ἱρὸν ἀπὸ τοῦ Θηβαιέος Διός · καὶ γὰρ τὸ ἐν Θήβῃσι , ὡς καὶ πρότερον εἴρηταί μοι , κριοπρόσωπον τοῦ Διὸς τὤγαλμά ἐστι . Τυγχάνει δὲ καὶ ἄλλο σφι ὕδωρ κρηναῖον ἐόν , τὸ τὸν μὲν ὄρθρον γίνεται χλιαρόν , ἀγορῆς δὲ πληθυούσης ψυχρότερον · μεσαμβρίη τέ ἐστι καὶ τὸ κάρτα γίνεται ψυχρόν · τηνικαῦτα δὲ ἄρδουσι τοὺς κήπους · ἀποκλινομένης δὲ τῆς ἡμέρης ὑπίεται τοῦ ψυχροῦ , ἐς οὗ δύεταί τε ἥλιος καὶ τὸ ὕδωρ γίνεται χλιαρόν · ἐπὶ δὲ μᾶλλον ἰὸν ἐς τὸ θερμὸν ἐς μέσας νύκτας πελάζει , τηνικαῦτα δὲ ζέει ἀμβολάδην · παρέρχονταί τε μέσαι νύκτες καὶ ψύχεται μέχρι ἐς ἠῶ . Ἐπίκλησιν δὲ αὕτη κρήνη καλέεται Ἡλίου .