4.180 Τούτων δὲ ἔχονται τῶν Μαχλύων Αὐσέες · οὗτοι δὲ καὶ οἱ Μάχλυες πέριξ τὴν Τριτωνίδα λίμνην οἰκέουσι , τὸ μέσον δέ σφι οὐρίζει Τρίτων . Καὶ οἱ μὲν Μάχλυες τὰ ὀπίσω κομῶσι τῆς κεφαλῆς , οἱ δὲ Αὐσέες τὰ ἔμπροσθε . Ὁρτῇ δὲ ἐνιαυσίῃ Ἀθηναίης αἱ παρθένοι αὐτῶν δίχα διαστᾶσαι μάχονται πρὸς ἀλλήλας λίθοισί τε καὶ ξύλοισι , τῇ αὐθιγενέϊ θεῷ λέγουσαι τὰ πάτρια ἀποτελέειν , τὴν Ἀθηναίην καλέομεν · τὰς δὲ ἀποθνῃσκούσας τῶν παρθένων ἐκ τῶν τρωμάτων ψευδοπαρθένους καλέουσι . Πρὶν δὲ ἀνεῖναι αὐτὰς μάχεσθαι , τάδε ποιεῦσι · κοινῇ παρθένον τὴν καλλιστεύουσαν ἑκάστοτε κοσμήσαντες κυνέῃ τε Κορινθίῃ καὶ πανοπλίῃ Ἑλληνικῇ καὶ ἐπ’ ἅρμα ἀναβιβάσαντες περιάγουσι τὴν λίμνην κύκλῳ . Ὁτέοισι δὲ τὸ πάλαι ἐκόσμεον τὰς παρθένους πρὶν σφι Ἕλληνας παροικισθῆναι , οὐκ ἔχω εἰπεῖν , δοκέω δ’ ὦν Αἰγυπτίοισι ὅπλοισι κοσμέεσθαι αὐτάς · ἀπὸ γὰρ Αἰγύπτου καὶ τὴν ἀσπίδα καὶ τὸ κράνος φημὶ ἀπῖχθαι ἐς τοὺς Ἕλληνας . Τὴν δὲ Ἀθηναίην φασὶ Ποσειδέωνος εἶναι θυγατέρα καὶ τῆς Τριτωνίδος λίμνης , καί μιν μεμφθεῖσάν τι τῷ πατρὶ δοῦναι ἑωυτὴν τῷ Διί , τὸν δὲ Δία ἑωυτοῦ μιν ποιήσασθαι θυγατέρα . Ταῦτα μὲν λέγουσι . Μίξιν δὲ ἐπίκοινον τῶν γυναικῶν ποιεῦνται , οὔτε συνοικέοντες κτηνηδόν τε μισγόμενοι . Ἐπεὰν δὲ γυναικὶ τὸ παιδίον ἁδρὸν γένηται , συμφοιτῶσι ἐς τὠυτὸ οἱ ἄνδρες τρίτου μηνός , καὶ τῷ ἂν οἴκῃ τῶν ἀνδρῶν τὸ παιδίον , τούτου παῖς νομίζεται . ʹ