4.173 Νασαμῶσι δὲ προσόμουροί εἰσι Ψύλλοι . Οὗτοι ἐξαπολώλασι τρόπῳ τοιῷδε . νότος σφι πνέων ἄνεμος τὰ ἔλυτρα τῶν ὑδάτων ἐξηύηνε , δὲ χώρη σφι ἅπασα ἐντὸς ἐοῦσα τῆς Σύρτιος ἦν ἄνυδρος · οἱ δὲ βουλευσάμενοι κοινῷ λόγῳ ἐστρατεύοντο ἐπὶ τὸν νότον λέγω δὲ ταῦτα τὰ λέγουσι Λίβυες , καὶ ἐπείτε ἐγίνοντο ἐν τῇ ψάμμῳ πνεύσας νότος κατέχωσέ σφεας . Ἐξαπολομένων δὲ τούτων ἔχουσι τὴν χώρην οἱ Νασαμῶνες .
4.174 Τούτων δὲ κατύπερθε πρὸς νότον ἄνεμον ἐν τῇ θηριώδεϊ οἰκέουσι Γαμφάσαντες , οἳ πάντα ἄνθρωπον φεύγουσι καὶ παντὸς ὁμιλίην , καὶ οὔτε ὅπλον ἐκτέαται ἀρήιον οὐδὲν οὔτε ἀμύνεσθαι ἐπιστέαται .
4.175 Οὗτοι μὲν δὴ κατύπερθε οἰκέουσι Νασαμώνων . Τὸ δὲ παρὰ τὴν θάλασσαν ἔχονται τὸ πρὸς ἑσπέρης Μάκαι , οἳ λόφους κείρονται , τὸ μὲν μέσον τῶν τριχῶν ἀνιέντες αὔξεσθαι , τὰ δὲ ἔνθεν καὶ ἔνθεν κείροντες ἐν χροΐ , ἐς δὲ τὸν πόλεμον στρουθῶν καταγαίων δορὰς φορέουσι προβλήματα . Διὰ δὲ αὐτῶν Κῖνυψ ποταμὸς ῥέων ἐκ λόφου καλεομένου Χαρίτων ἐς θάλασσαν ἐκδιδοῖ . δὲ λόφος οὗτος Χαρίτων δασὺς ἴδῃσί ἐστι , ἐούσης τῆς ἄλλης τῆς προκαταλεχθείσης Λιβύης ψιλῆς · ἀπὸ θαλάσσης δὲ ἐς αὐτὸν στάδιοι διηκόσιοί εἰσι .
4.176 Μακέων δὲ τούτων ἐχόμενοι Γινδᾶνές εἰσι , τῶν αἱ γυναῖκες περισφύρια δερμάτων πολλὰ ἑκάστη φορέει κατὰ τοιόνδε τι , ὡς λέγεται · κατ’ ἄνδρα ἕκαστον μιχθέντα περισφύριον περιδέεται · δ’ ἂν πλεῖστα ἔχῃ , αὕτη ἀρίστη δέδοκται εἶναι ὡς ὑπὸ πλείστων ἀνδρῶν φιληθεῖσα .