4.177 Ἀκτὴν δὲ προέχουσαν ἐς τὸν πόντον τούτων τῶν Γινδάνων νέμονται Λωτοφάγοι , οἳ τὸν καρπὸν μοῦνον τοῦ λωτοῦ τρώγοντες ζώουσι . δὲ τοῦ λωτοῦ καρπός ἐστι μέγαθος ὅσον τε τῆς σχίνου , γλυκύτητα δὲ τοῦ φοίνικος τῷ καρπῷ προσείκελος . Ποιεῦνται δὲ ἐκ τοῦ καρποῦ τούτου οἱ Λωτοφάγοι καὶ οἶνον .
4.178 Λωτοφάγων δὲ τὸ παρὰ θάλασσαν ἔχονται Μάχλυες , τῷ λωτῷ μὲν καὶ οὗτοι χρεώμενοι , ἀτὰρ ἧσσόν γε τῶν πρότερον λεχθέντων . Κατήκουσι δὲ ἐπὶ ποταμὸν μέγαν τῷ οὔνομα Τρίτων ἐστί · ἐκδιδοῖ δὲ οὗτος ἐς λίμνην μεγάλην Τριτωνίδα · ἐν δὲ αὐτῇ νῆσος ἔνι τῇ οὔνομα Φλά · ταύτην δὲ τὴν νῆσον Λακεδαιμονίοισί φασι λόγιον εἶναι κτίσαι .