4.172 Αὐσχισέων δὲ τούτων τὸ πρὸς ἑσπέρης ἔχονται Νασαμῶνες , ἔθνος ἐὸν πολλόν , οἳ τὸ θέρος καταλείποντες ἐπὶ τῇ θαλάσσῃ τὰ πρόβατα ἀναβαίνουσι ἐς Αὔγιλα χῶρον ὀπωριεῦντες τοὺς φοίνικας · οἱ δὲ πολλοὶ καὶ ἀμφιλαφέες πεφύκασι , πάντες ἐόντες καρποφόροι . Τοὺς δὲ ἀττελέβους ἐπεὰν θηρεύσωσι , αὐήναντες πρὸς τὸν ἥλιον καταλέουσι καὶ ἔπειτα ἐπὶ γάλα ἐπιπάσσοντες πίνουσι . Γυναῖκας δὲ νομίζοντες πολλὰς ἔχειν ἕκαστος ἐπίκοινον αὐτέων τὴν μίξιν ποιεῦνται τρόπῳ παραπλησίῳ τῷ καὶ Μασσαγέται · ἐπεὰν σκίπωνα προστήσωνται , μίσγονται . Πρῶτον δὲ γαμέοντος Νασαμῶνος ἀνδρὸς νόμος ἐστὶ τὴν νύμφην νυκτὶ τῇ πρώτῃ διὰ πάντων διεξελθεῖν τῶν δαιτυμόνων μισγομένην · τῶν δὲ ὡς ἕκαστός οἱ μιχθῇ , διδοῖ δῶρον τὸ ἂν ἔχῃ φερόμενος ἐξ οἴκου . Ὁρκίοισι δὲ καὶ μαντικῇ χρέωνται τοιῇδε . Ὀμνύουσι μὲν τοὺς παρὰ σφίσι ἄνδρας δικαιοτάτους καὶ ἀρίστους λεγομένους γενέσθαι , τούτους τῶν τύμβων ἁπτόμενοι · μαντεύονται δὲ ἐπὶ τῶν προγόνων φοιτῶντες τὰ σήματα καὶ κατευξάμενοι ἐπικατακοιμῶνται · τὸ δ’ ἂν ἴδῃ ἐν τῇ ὄψι ἐνύπνιον , τούτῳ χρᾶται . Πίστισι δὲ τοιῃσίδε χρέωνται · ἐκ τῆς χειρὸς διδοῖ πιεῖν καὶ αὐτὸς ἐκ τῆς τοῦ ἑτέρου πίνει · ἢν δὲ μὴ ἔχωσι ὑγρὸν μηδέν , οἱ δὲ τῆς χαμᾶθεν σποδοῦ λαβόντες λείχουσι .