4.169 Τούτων δὲ ἔχονται Γιλιγάμαι , νεμόμενοι τὸ πρὸς ἑσπέρην χώρην μέχρι Ἀφροδισιάδος νήσου . Ἐν δὲ τῷ μεταξὺ χώρῳ τούτῳ τε Πλατέα νῆσος ἐπίκειται , τὴν ἔκτισαν οἱ Κυρηναῖοι , καὶ ἐν τῇ ἠπείρῳ Μενέλαος λιμήν ἐστι καὶ Ἄζιρις , τὴν οἱ Κυρηναῖοι οἴκεον · καὶ τὸ σίλφιον ἄρχεται ἀπὸ τούτου · παρήκει δὲ ἀπὸ Πλατέης νήσου μέχρι τοῦ στόματος τῆς Σύρτιος τὸ σίλφιον . Νόμοισι δὲ χρέωνται οὗτοι παραπλησίοισι τοῖσι ἑτέροισι .
4.170 Γιλιγαμέων δὲ ἔχονται τὸ πρὸς ἑσπέρης Ἀσβύσται · οὗτοι ὑπὲρ Κυρήνης οἰκέουσι . Ἐπὶ θάλασσαν δὲ οὐ κατήκουσι Ἀσβύσται · τὸ γὰρ παρὰ θάλασσαν Κυρηναῖοι νέμονται . Τεθριπποβάται δὲ οὐκ ἥκιστα ἀλλὰ μάλιστα Λιβύων εἰσί , νόμους δὲ τοὺς πλέονας μιμέεσθαι ἐπιτηδεύουσι τοὺς Κυρηναίων .
4.171 Ἀσβυστέων δὲ ἔχονται τὸ πρὸς ἑσπέρης Αὐσχίσαι · οὗτοι ὑπὲρ Βάρκης οἰκέουσι , κατήκοντες ἐπὶ θάλασσαν κατ’ Εὐεσπερίδας . Αὐσχισέων δὲ κατὰ μέσον τῆς χώρης οἰκέουσι Βάκαλες , ὀλίγον ἔθνος , κατήκοντες ἐπὶ θάλασσαν κατὰ Ταύχειρα πόλιν τῆς Βαρκαίης ; νόμοισι δὲ τοῖσι αὐτοῖσι χρέωνται τοῖσι καὶ οἱ ὑπὲρ Κυρήνης .