4.167 Τότε δὲ οὗτος Ἀρυάνδης κατοικτίρας Φερετίμην διδοῖ αὐτῇ στρατὸν τὸν ἐξ Αἰγύπτου ἅπαντα , καὶ τὸν πεζὸν καὶ τὸν ναυτικόν · στρατηγὸν δὲ τοῦ μὲν πεζοῦ Ἄμασιν ἀπέδεξε ἄνδρα Μαράφιον , τοῦ δὲ ναυτικοῦ Βάδρην ἐόντα Πασαργάδην γένος . Πρὶν δὲ ἀποστεῖλαι τὴν στρατιήν , Ἀρυάνδης πέμψας ἐς τὴν Βάρκην κήρυκα ἐπυνθάνετο τίς εἴη Ἀρκεσίλεων ἀποκτείνας · οἱ δὲ Βαρκαῖοι αὐτοὶ ὑπεδέκοντο πάντες · πολλά τε γὰρ καὶ κακὰ πάσχειν ὑπ’ αὐτοῦ . Πυθόμενος δὲ ταῦτα Ἀρυάνδης οὕτω δὴ τὴν στρατιὴν ἀπέστειλε ἅμα τῇ Φερετίμῃ . Αὕτη μέν νυν αἰτίη πρόσχημα τοῦ λόγου ἐγίνετο , ἀπεπέμπετο δὲ στρατιή , ὡς ἐμοὶ δοκέειν , ἐπὶ Λιβύης καταστροφῇ . Λιβύων γὰρ δὴ ἔθνεα πολλὰ καὶ παντοῖά ἐστι , καὶ τὰ μὲν αὐτῶν ὀλίγα βασιλέος ἦν ὑπήκοα , τὰ δὲ πλέω ἐφρόντιζε Δαρείου οὐδέν . ʹ
4.168 Οἰκέουσι δὲ κατὰ τάδε Λίβυες . Ἀπ’ Αἰγύπτου ἀρξάμενοι πρῶτοι Ἀδυρμαχίδαι Λιβύων κατοίκηνται , οἳ νόμοισι μὲν τὰ πλέω Αἰγυπτίοισι χρέωνται , ἐσθῆτα δὲ φορέουσι οἵην περ οἱ ἄλλοι Λίβυες . Αἱ δὲ γυναῖκες αὐτῶν ψέλιον περὶ ἑκατέρῃ τῶν κνημέων φορέουσι χάλκεον · τὰς κεφαλὰς δὲ κομῶσαι , τοὺς φθεῖρας ἐπεὰν λάβωσι , τοὺς ἑωυτῆς ἑκάστη ἀντιδάκνει καὶ οὕτω ῥίπτει . Οὗτοι δὲ μοῦνοι Λιβύων τοῦτο ἐργάζονται , καὶ τῷ βασιλέϊ μοῦνοι τὰς παρθένους μελλούσας συνοικέειν ἐπιδεικνύουσι · δὲ ἂν τῷ βασιλέϊ ἀρεστὴ γένηται , ὑπὸ τούτου διαπαρθενεύεται . Παρήκουσι δὲ οὗτοι οἱ Ἀδυρμαχίδαι ἀπ’ Αἰγύπτου μέχρι λιμένος τῷ οὔνομα Πλυνός ἐστι .