4.165 δὲ μήτηρ Φερετίμη , ἕως μὲν Ἀρκεσίλεως ἐν τῇ Βάρκῃ διαιτᾶτο ἐξεργασμένος ἑωυτῷ κακόν , δὲ εἶχε αὐτὴ τοῦ παιδὸς τὰ γέρεα ἐν Κυρήνῃ καὶ τἆλλα νεμομένη καὶ ἐν βουλῇ παρίζουσα · ἐπείτε δὲ ἔμαθε ἐν τῇ Βάρκῃ ἀποθανόντα οἱ τὸν παῖδα , φεύγουσα οἰχώκεε ἐς Αἴγυπτον . Ἦσαν γάρ οἱ ἐκ τοῦ Ἀρκεσίλεω εὐεργεσίαι ἐς Καμβύσην τὸν Κύρου πεποιημέναι · οὗτος γὰρ ἦν Ἀρκεσίλεως ὃς Κυρήνην Καμβύσῃ ἔδωκε καὶ φόρον ἐτάξατο . Ἀπικομένη δὲ ἐς Αἴγυπτον Φερετίμη Ἀρυάνδεω ἱκέτις ἵζετο , τιμωρῆσαι ἑωυτῇ κελεύουσα , προϊσχομένη πρόφασιν ὡς διὰ τὸν μηδισμὸν παῖς οἱ τέθνηκε .
4.166 δὲ Ἀρυάνδης ἦν οὗτος τῆς Αἰγύπτου ὕπαρχος ὑπὸ Καμβύσεω κατεστεώς , ὃς ὑστέρῳ χρόνῳ τούτων παρισούμενος Δαρείῳ διεφθάρη . Πυθόμενος γὰρ καὶ ἰδὼν Δαρεῖον ἐπιθυμέοντα μνημόσυνον ἑωυτοῦ λιπέσθαι τοῦτο τὸ μὴ ἄλλῳ εἴη βασιλέϊ κατεργασμένον , ἐμιμέετο τοῦτον , ἐς οὗ ἔλαβε τὸν μισθόν . Δαρεῖος μὲν γὰρ χρυσίον καθαρώτατον ἀποψήσας ἐς τὸ δυνατώτατον νόμισμα ἐκόψατο , Ἀρυάνδης δὲ ἄρχων Αἰγύπτου ἀργύριον τὠυτὸ τοῦτο ἐποίεε · καὶ νῦν ἐστὶ ἀργύριον καθαρώτατον τὸ Ἀρυανδικόν . Μαθὼν δέ μιν Δαρεῖος ταῦτα ποιεῦντα , αἰτίην οἱ ἄλλην ἐπενείκας ὥς οἱ ἐπανίσταιτο , ἀπέκτεινε .