4.164 Ταῦτα Πυθίη Ἀρκεσίλεῳ χρᾷ . δὲ παραλαβὼν τοὺς ἐκ τῆς Σάμου κατῆλθε ἐς τὴν Κυρήνην καὶ ἐπικρατήσας τῶν πρηγμάτων τοῦ μαντηίου οὐκ ἐμέμνητο , ἀλλὰ δίκας τοὺς ἀντιστασιώτας αἴτεε τῆς ἑωυτοῦ φυγῆς . Τῶν δὲ οἱ μὲν τὸ παράπαν ἐκ τῆς χώρης ἀπαλλάσσοντο , τοὺς δέ τινας χειρωσάμενος Ἀρκεσίλεως ἐς Κύπρον ἀπέστειλε ἐπὶ διαφθορῇ · τούτους μέν νυν Κνίδιοι ἀπενειχθέντας πρὸς τὴν σφετέρην ἐρρύσαντο καὶ ἐς Θήρην ἀπέστειλαν . Ἑτέρους δέ τινας τῶν Κυρηναίων ἐς πύργον μέγαν Ἀγλωμάχου καταφυγόντας ἰδιωτικὸν ὕλην περινήσας Ἀρκεσίλεως ἐνέπρησε . Μαθὼν δὲ ἐπ’ ἐξεργασμένοισι τὸ μαντήιον ἐὸν τοῦτο , ὅτι μιν Πυθίη οὐκ ἔα εὑρόντα ἐν τῇ καμίνῳ τοὺς ἀμφορέας ἐξοπτῆσαι , ἔργετο ἑκὼν τῆς τῶν Κυρηναίων πόλιος , δειμαίνων τε τὸν κεχρημένον θάνατον καὶ δοκέων τὴν ἀμφίρρυτον Κυρήνην εἶναι . Εἶχε δὲ γυναῖκα συγγενέα ἑωυτοῦ , θυγατέρα δὲ τῶν Βαρκαίων τοῦ βασιλέος , τῷ οὔνομα ἦν Ἀλάζειρ · παρὰ τοῦτον ἀπικνέεται , καί μιν Βαρκαῖοί τε ἄνδρες καὶ τῶν ἐκ Κυρήνης φυγάδων τινὲς καταμαθόντες ἀγοράζοντα κτείνουσι , πρὸς δὲ καὶ τὸν πενθερὸν αὐτοῦ Ἀλάζειρα . Ἀρκεσίλεως μέν νυν εἴτε ἑκὼν εἴτε ἀέκων ἁμαρτὼν τοῦ χρησμοῦ ἐξέπλησε μοῖραν τὴν ἑωυτοῦ .