4.163 δὲ Ἀρκεσίλεως τοῦτον τὸν χρόνον ἐὼν ἐν Σάμῳ συνήγειρε πάντα ἄνδρα ἐπὶ γῆς ἀναδασμῷ · συλλεγομένου δὲ στρατοῦ πολλοῦ ἐστάλη ἐς Δελφοὺς Ἀρκεσίλεως χρησόμενος τῷ χρηστηρίῳ περὶ κατόδου . δὲ Πυθίη οἱ χρᾷ τάδε · ʹ Ἐπὶ μὲν τέσσερας Βάττους καὶ Ἀρκεσίλεως τέσσερας , ὀκτὼ ἀνδρῶν γενεάς , διδοῖ ὑμῖν Λοξίης βασιλεύειν Κυρήνης · πλέον μέντοι τούτου οὐδὲ πειρᾶσθαι παραινέει . Σὺ μέντοι ἥσυχος εἶναι κατελθὼν ἐς τὴν σεωυτοῦ · ἢν δὲ τὴν κάμινον εὕρῃς πλέην ἀμφορέων , μὴ ἐξοπτήσῃς τοὺς ἀμφορέας ἀλλ’ ἀπόπεμπε κατ’ οὖρον · εἰ δὲ ἐξοπτήσεις τὴν κάμινον , μὴ ἐσέλθῃς ἐς τὴν ἀμφίρρυτον · εἰ δὲ μή , ἀποθανέαι καὶ αὐτὸς καὶ ταῦρος καλλιστεύων . ʹ