4.162 Ἐπὶ μὲν δὴ τούτου τοῦ Βάττου οὕτω διετέλεε ἐόντα , ἐπὶ δὲ τοῦ τούτου παιδὸς Ἀρκεσίλεω πολλὴ ταραχὴ περὶ τῶν τιμέων ἐγένετο · Ἀρκεσίλεως γὰρ Βάττου τε τοῦ Χωλοῦ καὶ Φερετίμης οὐκ ἔφη ἀνέξεσθαι κατὰ τὰ Μαντινεὺς Δημῶναξ ἔταξε , ἀλλὰ ἀπαίτεε τὰ τῶν προγόνων γέρεα . Ἐνθεῦτεν στασιάζων ἑσσώθη καὶ ἔφυγε ἐς Σάμον , δὲ μήτηρ οἱ ἐς Σαλαμῖνα τῆς Κύπρου ἔφυγε . Τῆς δὲ Σαλαμῖνος τοῦτον τὸν χρόνον ἐπεκράτεε Εὐέλθων , ὃς τὸ ἐν Δελφοῖσι θυμιητήριον , ἐὸν ἀξιοθέητον , ἀνέθηκε , τὸ ἐν τῷ Κορινθίων θησαυρῷ κεῖται . Ἀπικομένη δὲ παρὰ τοῦτον Φερετίμη ἐδέετο στρατιῆς κατάξει σφέας ἐς τὴν Κυρήνην · δὲ Εὐέλθων πᾶν μᾶλλον στρατιήν οἱ ἐδίδου . δὲ λαμβάνουσα τὸ διδόμενον καλὸν μὲν ἔφη καὶ τοῦτο εἶναι , κάλλιον δὲ ἐκεῖνο , τὸ δοῦναί οἱ δεομένῃ στρατιήν . Καὶ τοῦτο γὰρ ἐπὶ παντὶ τῷ διδομένῳ ἔλεγε , τελευταῖόν οἱ ἐξέπεμψε δῶρον Εὐέλθων ἄτρακτον χρύσεον καὶ ἠλακάτην , προσῆν δὲ οἱ καὶ εἴριον · ἐπειπάσης δὲ αὖτις τῆς Φερετίμης τὠυτὸ ἔπος Εὐέλθων ἔφη τοιούτοισι γυναῖκας δωρέεσθαι ἀλλ’ οὐ στρατιῇ .