4.161 Διεδέξατο δὲ τὴν βασιληίην τούτου τοῦ Ἀρκεσίλεω παῖς Βάττος , χωλός τε ἐὼν καὶ οὐκ ἀρτίπους . Οἱ δὲ Κυρηναῖοι πρὸς τὴν καταλαβοῦσαν συμφορὴν ἔπεμπον ἐς Δελφοὺς ἐπειρησομένους ὅντινα τρόπον καταστησάμενοι κάλλιστα ἂν οἰκέοιεν . δὲ Πυθίη ἐκέλευε ἐκ Μαντινέης τῆς Ἀρκάδων καταρτιστῆρα ἀγαγέσθαι . Αἴτεον ὦν οἱ Κυρηναῖοι , καὶ οἱ Μαντινέες ἔδοσαν ἄνδρα τῶν ἀστῶν δοκιμώτατον , τῷ οὔνομα ἦν Δημῶναξ . Οὗτος ὦν ὡνὴρ ἀπικόμενος ἐς τὴν Κυρήνην καὶ μαθὼν ἕκαστα τοῦτο μὲν τριφύλους ἐποίησέ σφεας , τῇδε διαθείς · Θηραίων μὲν γὰρ καὶ τῶν περιοίκων μίαν μοῖραν ἐποίησε , ἄλλην δὲ Πελοποννησίων καὶ Κρητῶν , τρίτην δὲ νησιωτέων πάντων · τοῦτο δὲ , τῷ βασιλέϊ Βάττῳ τεμένεα ἐξελὼν καὶ ἱρωσύνας , τὰ ἄλλα πάντα τὰ πρότερον εἶχον οἱ βασιλέες ἐς μέσον τῷ δήμῳ ἔθηκε .