4.160 Τούτου δὲ τοῦ Βάττου παῖς γίνεται Ἀρκεσίλεως , ὃς βασιλεύσας πρῶτα τοῖσι ἑωυτοῦ ἀδελφεοῖσι ἐστασίασε , ἐς μιν οὗτοι ἀπολιπόντες οἴχοντο ἐς ἄλλον χῶρον τῆς Λιβύης καὶ ἐπ’ ἑωυτῶν βαλόμενοι ἔκτισαν πόλιν ταύτην τότε καὶ νῦν Βάρκη καλέεται · κτίζοντες δ’ ἅμα αὐτὴν ἀπιστᾶσι ἀπὸ τῶν Κυρηναίων τοὺς Λίβυας . Μετὰ δὲ Ἀρκεσίλεως ἐς τοὺς ὑποδεξαμένους τε τῶν Λιβύων καὶ ἀποστάντας τοὺς αὐτοὺς τούτους ἐστρατεύετο · οἱ δὲ Λίβυες δείσαντες αὐτὸν οἴχοντο φεύγοντες πρὸς τοὺς ἠοίους τῶν Λιβύων . δὲ Ἀρκεσίλεως εἵπετο φεύγουσι , ἐς οὗ ἐν Λεύκωνί τε τῆς Λιβύης ἐγίνετο ἐπιδιώκων καὶ ἔδοξε τοῖσι Λίβυσι ἐπιθέσθαι οἱ . Συμβαλόντες δὲ ἐνίκησαν τοὺς Κυρηναίους τοσοῦτο ὥστε ἑπτακισχιλίους ὁπλίτας Κυρηναίων ἐνθαῦτα πεσεῖν . Μετὰ δὲ τὸ τρῶμα τοῦτο Ἀρκεσίλεων μὲν κάμνοντά τε καὶ φάρμακον πεπωκότα ἀδελφεὸς Λέαρχος ἀποπνίγει , Λέαρχον δὲ γυνὴ Ἀρκεσίλεω δόλῳ κτείνει , τῇ οὔνομα ἦν Ἐρυξώ .