4.159 Ἐπὶ μέν νυν Βάττου τε τοῦ οἰκιστέω τῆς ζόης , ἄρξαντος ἐπὶ τεσσεράκοντα ἔτεα , καὶ τοῦ παιδὸς αὐτοῦ Ἀρκεσίλεω , ἄρξαντος ἑκκαίδεκα ἔτεα , οἴκεον οἱ Κυρηναῖοι ἐόντες τοσοῦτοι ὅσοι ἀρχὴν ἐς τὴν ἀποικίην ἐστάλησαν . Ἐπὶ δὲ τοῦ τρίτου , Βάττου τοῦ Εὐδαίμονος καλεομένου , Ἕλληνας πάντας ὥρμησε χρήσασα Πυθίη πλέειν συνοικήσοντας Κυρηναίοισι Λιβύην · ἐπεκαλέοντο γὰρ οἱ Κυρηναῖοι ἐπὶ γῆς ἀναδασμῷ · ἔχρησε δὲ ὧδε ἔχοντα · ʹ ʹ Ὃς δέ κεν ἐς Λιβύην πολυήρατον ὕστερον ἔλθῃ γᾶς ἀναδαιομένας , μετά οἵ ποκά φαμι μελήσειν . ʹ Συλλεχθέντος δὲ ὁμίλου πολλοῦ ἐς τὴν Κυρήνην περιταμνόμενοι γῆν πολλὴν οἱ περίοικοι Λίβυες καὶ βασιλεὺς αὐτῶν τῷ οὔνομα ἦν Ἀδικράν , οἷα τῆς τε χώρης στερισκόμενοι καὶ περιυβριζόμενοι ὑπὸ τῶν Κυρηναίων , πέμψαντες ἐς Αἴγυπτον ἔδοσαν σφέας αὐτοὺς Ἀπρίῃ τῷ Αἰγύπτου βασιλέϊ . δὲ συλλέξας στρατὸν Αἰγυπτίων πολλὸν ἔπεμψε ἐπὶ τὴν Κυρήνην . Οἱ δὲ Κυρηναῖοι ἐκστρατευσάμενοι ἐς Ἴρασα χῶρον καὶ ἐπὶ κρήνην Θέστην συνέβαλόν τε τοῖσι Αἰγυπτίοισι καὶ ἐνίκησαν τῇ συμβολῇ · ἅτε γὰρ οὐ πεπειρημένοι πρότερον οἱ Αἰγύπτιοι Ἑλλήνων καὶ παραχρεώμενοι διεφθάρησαν οὕτω ὥστε ὀλίγοι τινὲς αὐτῶν ἀπενόστησαν ἐς Αἴγυπτον . Ἀντὶ τούτων Αἰγύπτιοι καὶ ταῦτα ἐπιμεμφόμενοι Ἀπρίῃ ἀπέστησαν ἀπ’ αὐτοῦ .