4.157 Ταύτην οἰκέοντες δύο ἔτεα , οὐδὲν γάρ σφι χρηστὸν συνεφέρετο , ἕνα αὐτῶν καταλιπόντες οἱ λοιποὶ πάντες ἀπέπλεον ἐς Δελφούς · ἀπικόμενοι δὲ ἐπὶ τὸ χρηστήριον ἐχρέωντο , φάμενοι οἰκέειν τε τὴν Λιβύην καὶ οὐδὲν ἄμεινον πρήσσειν οἰκέοντες . δὲ Πυθίη σφι πρὸς ταῦτα χρᾷ τάδε · ʹ Αἰ τὺ ἐμεῦ Λιβύην μηλοτρόφον οἶδας ἄμεινον , μὴ ἐλθὼν ἐλθόντος , ἄγαν ἄγαμαι σοφίην σευ . ʹ Ἀκούσαντες δὲ τούτων οἱ ἀμφὶ τὸν Βάττον ἀπέπλεον ὀπίσω · οὐ γὰρ δή σφεας ἀπίει θεὸς τῆς ἀποικίης , πρὶν δὴ ἀπίκωνται ἐς αὐτὴν τὴν Λιβύην . Ἀπικόμενοι δὲ ἐς τὴν νῆσον καὶ ἀναλαβόντες τὸν ἔλιπον ἔκτισαν αὐτῆς τῆς Λιβύης χῶρον ἀντίον τῆς νήσου τῷ οὔνομα ἦν Ἄζιρις , τὸν νάπαι τε κάλλισται ἐπ’ ἀμφότερα συγκληίουσι καὶ ποταμὸς τὰ ἐπὶ θάτερα παραρρέει .
4.158 Τοῦτον οἴκεον τὸν χῶρον ἓξ ἔτεα · ἑβδόμῳ δέ σφεας ἔτεϊ παραφησάμενοι οἱ Λίβυες ὡς ἐς ἀμείνονα χῶρον ἄξουσι , ἀνέγνωσαν ἐκλιπεῖν . Ἦγον δέ σφεας ἐνθεῦτεν οἱ Λίβυες ἀναστήσαντες πρὸς ἑσπέρην , καὶ τὸν κάλλιστον τῶν χώρων ἵνα διεξιόντες οἱ Ἕλληνες μὴ ἴδοιεν , συμμετρησάμενοι τὴν ὥρην τῆς ἡμέρης νυκτὸς παρῆγον · ἔστι δὲ τῷ χώρῳ τούτῳ οὔνομα Ἴρασα . Ἀγαγόντες δέ σφεας ἐπὶ κρήνην λεγομένην εἶναι Ἀπόλλωνος εἶπαν · ʹ Ἄνδρες Ἕλληνες , ἐνθαῦτα ὑμῖν ἐπιτήδεον οἰκέειν · ἐνθαῦτα γὰρ οὐρανὸς τέτρηται . ʹ