4.156 Μετὰ δὲ αὐτῷ τε τούτῳ καὶ τοῖσι ἄλλοισι Θηραίοισι συνεφέρετο παλιγκότως . Ἀγνοεῦντες δὲ τὰς συμφορὰς οἱ Θηραῖοι ἔπεμπον ἐς Δελφοὺς περὶ τῶν παρεόντων κακῶν · δὲ Πυθίη σφι ἔχρησε συγκτίζουσι Βάττῳ Κυρήνην τῆς Λιβύης ἄμεινον πρήξειν . Ἀπέστελλον μετὰ ταῦτα τὸν Βάττον οἱ Θηραῖοι δύο πεντηκοντέροισι . Πλώσαντες δὲ ἐς τὴν Λιβύην οὗτοι , οὐ γὰρ εἶχον τι ποιέωσι ἄλλο , ὀπίσω ἀπαλλάσσοντο ἐς τὴν Θήρην . Οἱ δὲ Θηραῖοι καταγομένους ἔβαλλον καὶ οὐκ ἔων τῇ γῇ προσίσχειν , ἀλλ’ ὀπίσω πλέειν ἐκέλευον . Οἱ δὲ ἀναγκαζόμενοι ὀπίσω ἀπέπλεον καὶ ἔκτισαν νῆσον ἐπὶ Λιβύῃ κειμένην , τῇ οὔνομα , ὡς καὶ πρότερον εἰρέθη , ἐστὶ Πλατέα . Λέγεται δὲ ἴση εἶναι νῆσος τῇ νῦν Κυρηναίων πόλι .