4.155 Ἐνθεῦτεν δὲ τὴν Φρονίμην παραλαβὼν Πολύμνηστος , ἐὼν τῶν Θηραίων ἀνὴρ δόκιμος , ἐπαλλακεύετο . Χρόνου δὲ περιιόντος ἐξεγένετό οἱ παῖς ἰσχόφωνος καὶ τραυλός , τῷ οὔνομα ἐτέθη Βάττος , ὡς Θηραῖοί τε καὶ Κυρηναῖοι λέγουσι , ὡς μέντοι ἐγὼ δοκέω , ἄλλο τι · Βάττος δὲ μετωνομάσθη , ἐπείτε ἐς Λιβύην ἀπίκετο , ἀπό τε τοῦ χρηστηρίου τοῦ γενομένου ἐν Δελφοῖσι αὐτῷ καὶ ἀπὸ τῆς τιμῆς τὴν ἔσχε τὴν ἐπωνυμίην ποιεύμενος . Λίβυες γὰρ βασιλέα βάττον καλέουσι , καὶ τούτου εἵνεκα δοκέω θεσπίζουσαν τὴν Πυθίην καλέσαι μιν Λιβυκῇ γλώσσῃ , εἰδυῖαν ὡς βασιλεὺς ἔσται ἐν Λιβύῃ . Ἐπείτε γὰρ ἠνδρώθη οὗτος , ἦλθε ἐς Δελφοὺς περὶ τῆς φωνῆς · ἐπειρωτῶντι δέ οἱ χρᾷ Πυθίη τάδε · ʹ Βάττ’ , ἐπὶ φωνὴν ἦλθες · ἄναξ δέ σε Φοῖβος Ἀπόλλων ἐς Λιβύην πέμπει μηλοτρόφον οἰκιστῆρα ʹ , ὥσπερ εἰ εἴποι Ἑλλάδι γλώσσῃ χρεωμένη · ʹ βασιλεῦ , ἐπὶ φωνὴν ἦλθες . ʹ δ’ ἀμείβετο τοῖσδε · ʹ Ὦναξ , ἐγὼ μὲν ἦλθον παρὰ σὲ χρησόμενος περὶ τῆς φωνῆς , σὺ δέ μοι ἄλλα ἀδύνατα χρᾷς , κελεύων Λιβύην ἀποικίζειν · τέῳ δυνάμι , κοίῃ χειρί ; ʹ Ταῦτα λέγων οὐκὶ ἔπειθε ἄλλα οἱ χρᾶν · ὡς δὲ κατὰ ταὐτὰ ἐθέσπιζέ οἱ καὶ πρότερον , οἴχετο μεταξὺ ἀπολιπὼν Βάττος ἐς τὴν Θήρην .