4.154 Ταῦτα δὲ Θηραῖοι λέγουσι , τὰ δ’ ἐπίλοιπα τοῦ λόγου συμφέρονται ἤδη Θηραῖοι Κυρηναίοισι . Κυρηναῖοι γὰρ τὰ περὶ Βάττον οὐδαμῶς ὁμολογέουσι Θηραίοισι . Λέγουσι γὰρ οὕτω . Ἔστι τῆς Κρήτης Ὀαξὸς πόλις , ἐν τῇ ἐγένετο Ἐτέαρχος βασιλεύς , ὃς ἐπὶ θυγατρὶ ἀμήτορι τῇ οὔνομα ἦν Φρονίμη , ἐπὶ ταύτῃ ἔγημε ἄλλην γυναῖκα . δὲ ἐπεσελθοῦσα ἐδικαίου καὶ τῷ ἔργῳ εἶναι μητρυιὴ τῇ Φρονίμῃ , παρέχουσά τε κακὰ καὶ πᾶν ἐπ’ αὐτῇ μηχανωμένη , καὶ τέλος μαχλοσύνην ἐπενείκασά οἱ πείθει τὸν ἄνδρα ταῦτα ἔχειν οὕτω . δὲ ἀναγνωσθεὶς ὑπὸ τῆς γυναικὸς ἔργον οὐκ ὅσιον ἐμηχανᾶτο ἐπὶ τῇ θυγατρί . Ἦν γὰρ δὴ Θεμίσων ἀνὴρ Θηραῖος ἔμπορος ἐν τῇ Ὀαξῷ · τοῦτον Ἐτέαρχος παραλαβὼν ἐπὶ ξείνια ἐξορκοῖ μέν οἱ διηκονήσειν τι ἂν δεηθῇ . Ἐπείτε δὴ ἐξώρκωσε , ἀγαγών οἱ παραδιδοῖ τὴν ἑωυτοῦ θυγατέρα καὶ ταύτην ἐκέλευε καταποντῶσαι ἀπαγαγόντα . δὲ Θεμίσων περιημεκτήσας τῇ ἀπάτῃ τοῦ ὅρκου καὶ διαλυσάμενος τὴν ξεινίην ἐποίεε τοιάδε · παραλαβὼν τὴν παῖδα ἀπέπλεε , ὡς δὲ ἐγίνετο ἐν τῷ πελάγεϊ , ἀποσιούμενος τὴν ἐξόρκωσιν τοῦ Ἐτεάρχου σχοινίοισι αὐτὴν διαδήσας κατῆκε ἐς τὸ πέλαγος , ἀνασπάσας δὲ ἀπίκετο ἐς τὴν Θήρην .