4.152 Ἀποδημεόντων δὲ τούτων πλέω χρόνον τοῦ συγκειμένου , τὸν Κορώβιον ἐπέλιπε τὰ πάντα . Μετὰ δὲ ταῦτα νηῦς Σαμίη , τῆς ναύκληρος ἦν Κωλαῖος , πλέουσα ἐπ’ Αἰγύπτου ἀπηνείχθη ἐς τὴν Πλατέαν ταύτην · πυθόμενοι δὲ οἱ Σάμιοι παρὰ τοῦ Κορωβίου τὸν πάντα λόγον σιτία οἱ ἐνιαυτοῦ καταλείπουσι . Αὐτοὶ δέ , ἀναχθέντες ἐκ τῆς νήσου καὶ γλιχόμενοι Αἰγύπτου , ἔπλεον ἀποφερόμενοι ἀπηλιώτῃ ἀνέμῳ · καὶ οὐ γὰρ ἀνίει τὸ πνεῦμα , Ἡρακλέας στήλας διεκπερήσαντες ἀπίκοντο ἐς Ταρτησσόν , θείῃ πομπῇ χρεώμενοι . Τὸ δὲ ἐμπόριον τοῦτο ἦν ἀκήρατον τοῦτον τὸν χρόνον , ὥστε ἀπονοστήσαντες οὗτοι ὀπίσω μέγιστα δὴ Ἑλλήνων πάντων τῶν ἡμεῖς ἀτρεκείην ἴδμεν ἐκ φορτίων ἐκέρδησαν , μετά γε Σώστρατον τὸν Λαοδάμαντος Αἰγινήτην · τούτῳ γὰρ οὐκ οἷά τέ ἐστι ἐρίσαι ἄλλον . Οἱ δὲ Σάμιοι τὴν δεκάτην τῶν ἐπικερδίων ἐξελόντες ἓξ τάλαντα ἐποιήσαντο χαλκήιον κρητῆρος Ἀργολικοῦ τρόπον · πέριξ δὲ αὐτοῦ γρυπῶν κεφαλαὶ πρόκροσσοί εἰσι · καὶ ἀνέθηκαν ἐς τὸ Ἥραιον , ὑποστήσαντες αὐτῷ τρεῖς χαλκέους κολοσσοὺς ἑπταπήχεας , τοῖσι γούνασι ἐρηρεισμένους . Κυρηναίοισι δὲ καὶ Θηραίοισι ἐς Σαμίους ἀπὸ τούτου τοῦ ἔργου πρῶτα φιλίαι μεγάλαι συνεκρήθησαν .
4.153 Οἱ δὲ Θηραῖοι ἐπείτε τὸν Κορώβιον λιπόντες ἐν τῇ νήσῳ ἀπίκοντο ἐς τὴν Θήρην , ἀπήγγελλον ὥς σφι εἴη νῆσος ἐπὶ Λιβύῃ ἐκτισμένη . Θηραίοισι δὲ ἕαδε ἀδελφεόν τε ἀπ’ ἀδελφεοῦ πέμπειν πάλῳ λαχόντα καὶ ἀπὸ τῶν χώρων ἁπάντων ἑπτὰ ἐόντων ἄνδρας , εἶναι δέ σφεων καὶ ἡγεμόνα καὶ βασιλέα Βάττον . Οὕτω δὴ στέλλουσι δύο πεντηκοντέρους ἐς τὴν Πλατέαν . ʹ