4.151 Ἑπτὰ δὲ ἐτέων μετὰ ταῦτα οὐκ ὗε τὴν Θήρην , ἐν τοῖσι τὰ δένδρεα πάντα σφι τὰ ἐν τῇ νήσῳ πλὴν ἑνὸς ἐξαυάνθη . Χρεωμένοισι δὲ τοῖσι Θηραίοισι προέφερε Πυθίη τὴν ἐς Λιβύην ἀποικίην . Ἐπείτε δὲ κακοῦ οὐδὲν ἦν σφι μῆχος , πέμπουσι ἐς Κρήτην ἀγγέλους διζημένους εἴ τις Κρητῶν μετοίκων ἀπιγμένος εἴη ἐς Λιβύην . Περιπλανώμενοι δὲ αὐτὴν οὗτοι ἀπίκοντο καὶ ἐς Ἴτανον πόλιν , ἐν ταύτῃ δὲ συμμίσγουσι ἀνδρὶ πορφυρέϊ τῷ οὔνομα ἦν Κορώβιος , ὃς ἔφη ὑπ’ ἀνέμων ἀπενειχθεὶς ἀπικέσθαι ἐς Λιβύην καὶ Λιβύης ἐς Πλατέαν νῆσον . Μισθῷ δὲ τοῦτον πείσαντες ἦγον ἐς Θήρην . Ἐκ δὲ Θήρης ἔπλεον κατάσκοποι ἄνδρες τὰ πρῶτα οὐ πολλοί · κατηγησαμένου δὲ τοῦ Κορωβίου ἐς τὴν νῆσον ταύτην δὴ τὴν Πλατέαν τὸν μὲν Κορώβιον λείπουσι , σιτία παρακαταλιπόντες ὅσων δὴ μηνῶν , αὐτοὶ δὲ ἔπλεον τὴν ταχίστην ἀπαγγελέοντες Θηραίοισι περὶ τῆς νήσου .