4.150 Μέχρι μέν νυν τούτου τοῦ λόγου Λακεδαιμόνιοι Θηραίοισι κατὰ ταὐτὰ λέγουσι , τὸ δὲ ἀπὸ τούτου μοῦνοι Θηραῖοι ὧδε γενέσθαι λέγουσι . Γρῖννος Αἰσανίου , ἐὼν Θήρα τούτου ἀπόγονος καὶ βασιλεύων Θήρης τῆς νήσου , ἀπίκετο ἐς Δελφοὺς ἄγων ἀπὸ τῆς πόλιος ἑκατόμβην · εἵποντο δέ οἱ καὶ ἄλλοι τῶν πολιητέων καὶ δὴ καὶ Βάττος Πολυμνήστου , ἐὼν γένος Εὐφημίδης τῶν Μινυέων . Χρεωμένῳ δὲ τῷ Γρίννῳ τῷ βασιλέϊ τῶν Θηραίων περὶ ἄλλων χρᾷ Πυθίη κτίζειν ἐν Λιβύῃ πόλιν . δὲ ἀμείβετο λέγων · ʹ Ἐγὼ μέν , ὦναξ , πρεσβύτερός τε ἤδη εἰμὶ καὶ βαρὺς ἀείρεσθαι · σὺ δέ τινα τῶνδε τῶν νεωτέρων κέλευε ταῦτα ποιέειν . ʹ Ἅμα τε ἔλεγε ταῦτα καὶ ἐδείκνυε ἐς τὸν Βάττον . Τότε μὲν τοσαῦτα , μετὰ δὲ ἀπελθόντες ἀλογίην εἶχον τοῦ χρηστηρίου , οὔτε Λιβύην εἰδότες ὅκου γῆς εἴη οὔτε τολμῶντες ἐς ἀφανὲς χρῆμα ἀποστέλλειν ἀποικίην .