4.148 Ἐπὶ τούτους δὴ ὦν Θήρας λεὼν ἔχων ἀπὸ τῶν φυλέων ἔστελλε , συνοικήσων τούτοισι καὶ οὐδαμῶς ἐξελῶν αὐτοὺς ἀλλὰ κάρτα οἰκηιούμενος . Ἐπείτε δὲ καὶ οἱ Μινύαι ἐκδράντες ἐκ τῆς ἐρκτῆς ἵζοντο ἐς τὸ Τηύγετον , τῶν Λακεδαιμονίων βουλευομένων σφέας ἀπολλύναι , παραιτέεται Θήρας ὅκως μήτε φόνος γένηται , αὐτός τε ὑπεδέκετό σφεας ἐξάξειν ἐκ τῆς χώρης . Συγχωρησάντων δὲ τῇ γνώμῃ τῶν Λακεδαιμονίων , τρισὶ τριηκοντέροισι ἐς τοὺς Μεμβλιάρου ἀπογόνους ἔπλωσε , οὔτι πάντας ἄγων τοὺς Μινύας ἀλλ’ ὀλίγους τινάς . Οἱ γὰρ πλέονες αὐτῶν ἐτράποντο ἐς τοὺς Παρωρεάτας καὶ Καύκωνας , τούτους δὲ ἐξελάσαντες ἐκ τῆς χώρης σφέας αὐτοὺς ἓξ μοίρας διεῖλον , καὶ ἔπειτα ἔκτισαν πόλις τάσδε ἐν αὐτοῖσι , Λέπρεον , Μάκιστον , Φρίξας , Πύργον , Ἔπιον , Νούδιον · τουτέων δὲ τὰς πλέονας ἐπ’ ἐμέο Ἠλεῖοι ἐπόρθησαν . Τῇ δὲ νήσῳ ἐπὶ τοῦ οἰκιστέω Θήρα ἐπωνυμίη ἐγένετο .
4.149 δὲ παῖς οὐ γὰρ ἔφη οἱ συμπλεύσεσθαι , τοιγαρῶν ἔφη αὐτὸν καταλείψειν ὄϊν ἐν λύκοισι · ἀπὸ τοῦ ἔπεος τούτου οὔνομα τῷ νεηνίσκῳ τούτῳ Οἰόλυκος ἐγένετο , καί κως τὸ οὔνομα τοῦτο ἐπεκράτησε . Οἰολύκου δὲ γίνεται Αἰγεύς , ἐπὶ οὗ Αἰγεῖδαι καλέονται , φυλὴ μεγάλη ἐν Σπάρτῃ . Τοῖσι δὲ ἐν τῇ φυλῇ ταύτῃ ἀνδράσι οὐ γὰρ ὑπέμειναν τὰ τέκνα , ἱδρύσαντο ἐκ θεοπροπίου Ἐρινύων τῶν Λαΐου τε καὶ Οἰδιπόδεω ἱρόν · καὶ μετὰ τοῦτο ὑπέμειναν . Συνέβη δὲ τὠυτὸ τοῦτο καὶ ἐν Θήρῃ τοῖσι ἀπὸ τῶν ἀνδρῶν τούτων γεγονόσι .