4.147 Τὸν δὲ αὐτὸν τοῦτον χρόνον Θήρας Αὐτεσίωνος τοῦ Τεισαμενοῦ τοῦ Θερσάνδρου τοῦ Πολυνείκεος ἔστελλε ἐς ἀποικίην ἐκ Λακεδαίμονος . Ἦν δὲ Θήρας οὗτος , γένος ἐὼν Καδμεῖος , τῆς μητρὸς ἀδελφεὸς τοῖσι Ἀριστοδήμου παισὶ Εὐρυσθένεϊ καὶ Προκλέϊ · ἐόντων δ’ ἔτι τῶν παίδων τούτων νηπίων ἐπιτροπαίην εἶχε Θήρας τὴν ἐν Σπάρτῃ βασιληίην . Αὐξηθέντων δὲ τῶν ἀδελφιδέων καὶ παραλαβόντων τὴν ἀρχήν , οὕτω δὴ Θήρας δεινὸν ποιεύμενος ἄρχεσθαι ὑπ’ ἄλλων ἐπείτε ἐγεύσατο ἀρχῆς , οὐκ ἔφη μενέειν ἐν τῇ Λακεδαίμονι ἀλλ’ ἀποπλεύσεσθαι ἐς τοὺς συγγενέας . Ἦσαν δὲ ἐν τῇ νῦν Θήρῃ καλεομένῃ νήσῳ , πρότερον δὲ Καλλίστῃ τῇ αὐτῇ ταύτῃ , ἀπόγονοι Μεμβλιάρου τοῦ Ποικίλεω ἀνδρὸς Φοίνικος . Κάδμος γὰρ Ἀγήνορος Εὐρώπην διζήμενος προσέσχε ἐς τὴν νῦν Θήρην καλεομένην · προσσχόντι δὲ εἴτε δή οἱ χώρη ἤρεσε , εἴτε καὶ ἄλλως ἠθέλησε ποιῆσαι τοῦτο , καταλείπει γὰρ ἐν τῇ νήσῳ ταύτῃ ἄλλους τε τῶν Φοινίκων καὶ δὴ καὶ τῶν ἑωυτοῦ συγγενέων Μεμβλίαρον . Οὗτοι ἐνέμοντο τὴν Καλλίστην καλεομένην ἐπὶ γενεάς , πρὶν Θήραν ἐλθεῖν ἐκ Λακεδαίμονος , ὀκτὼ ἀνδρῶν .