4.146 Χρόνου δὲ οὐ πολλοῦ διεξελθόντος αὐτίκα οἱ Μινύαι ἐξύβρισαν , τῆς τε βασιληίης μεταιτέοντες καὶ ἄλλα ποιεῦντες οὐκ ὅσια . Τοῖσι ὦν Λακεδαιμονίοισι ἔδοξε αὐτοὺς ἀποκτεῖναι , συλλαβόντες δέ σφεας κατέβαλον ἐς ἐρκτήν . Κτείνουσι δὲ τοὺς ἂν κτείνωσι Λακεδαιμόνιοι νυκτός , μετ’ ἡμέρην δὲ οὐδένα . Ἐπεὶ ὦν ἔμελλόν σφεας καταχρήσεσθαι , παραιτήσαντο αἱ γυναῖκες τῶν Μινυέων , ἐοῦσαι ἀσταί τε καὶ τῶν πρώτων Σπαρτιητέων θυγατέρες , ἐσελθεῖν τε ἐς τὴν ἐρκτὴν καὶ ἐς λόγους ἐλθεῖν ἑκάστη τῷ ἑωυτῆς ἀνδρί . Οἱ δέ σφεας παρῆκαν , οὐδένα δόλον δοκέοντες ἐξ αὐτέων ἔσεσθαι . Αἱ δὲ ἐπείτε ἐσῆλθον , ποιεῦσι τοιάδε · πᾶσαν τὴν εἶχον ἐσθῆτα παραδοῦσαι τοῖσι ἀνδράσι αὐταὶ τὴν τῶν ἀνδρῶν ἔλαβον . Οἱ δὲ Μινύαι ἐνδύντες τὴν γυναικηίην ἐσθῆτα ἅτε γυναῖκες ἐξήισαν ἔξω , ἐκφυγόντες δὲ τρόπῳ τοιούτῳ ἵζοντο αὖτις ἐς τὸ Τηΰγετον .