4.140 Σκύθαι μὲν τὸ δεύτερον Ἴωσι πιστεύσαντες λέγειν ἀληθέα ὑπέστρεφον ἐπὶ ζήτησιν τῶν Περσέων καὶ ἡμάρτανον πάσης τῆς ἐκείνων διεξόδου . Αἴτιοι δὲ τούτου αὐτοὶ οἱ Σκύθαι ἐγένοντο , τὰς νομὰς τῶν ἵππων τὰς ταύτῃ διαφθείραντες καὶ τὰ ὕδατα συγχώσαντες · εἰ γὰρ ταῦτα μὴ ἐποίησαν , παρεῖχε ἄν σφι , εἰ ἐβούλοντο , εὐπετέως ἐξευρεῖν τοὺς Πέρσας · νῦν δὲ τά σφι ἐδόκεε ἄριστα βεβουλεῦσθαι , κατὰ ταῦτα ἐσφάλησαν . Σκύθαι μέν νυν τῆς σφετέρης χώρης τῇ χιλός τε τοῖσι ἵπποισι καὶ ὕδατα ἦν , ταύτῃ διεξιόντες ἐδίζηντο τοὺς ἀντιπολεμίους , δοκέοντες καὶ ἐκείνους διὰ τοιούτων τὴν ἀπόδρησιν ποιέεσθαι · οἱ δὲ δὴ Πέρσαι τὸν πρότερον ἑωυτῶν γενόμενον στίβον , τοῦτον φυλάσσοντες ἤισαν καὶ οὕτω μόγις εὗρον τὸν πόρον . Οἷα δὲ νυκτός τε ἀπικόμενοι καὶ λελυμένης τῆς γεφύρης ἐντυχόντες ἐς πᾶσαν ἀρρωδίην ἀπίκοντο μή σφεας οἱ Ἴωνες ἔωσι ἀπολελοιπότες .
4.141 Ἦν δὲ περὶ Δαρεῖον ἀνὴρ Αἰγύπτιος φωνέων μέγιστον ἀνθρώπων · τοῦτον τὸν ἄνδρα καταστάντα ἐπὶ τοῦ χείλεος τοῦ Ἴστρου ἐκέλευε Δαρεῖος καλέειν Ἱστιαῖον Μιλήσιον · μὲν δὴ ἐποίεε ταῦτα , Ἱστιαῖος δὲ ἐπακούσας τῷ πρώτῳ κελεύσματι τάς τε νέας ἁπάσας παρεῖχε διαπορθμεύειν τὴν στρατιὴν καὶ τὴν γέφυραν ἔζευξε .