4.139 Οὗτοι ὦν ἐπείτε τὴν Ἱστιαίου αἱρέοντο γνώμην , ἔδοξέ σφι πρὸς ταύτῃ τάδε ἔργα τε καὶ ἔπεα προσθεῖναι · τῆς μὲν γεφύρης λύειν τὰ κατὰ τοὺς Σκύθας ἐόντα , λύειν δὲ ὅσον τόξευμα ἐξικνέεται , ἵνα καὶ ποιέειν τι δοκέωσι ποιεῦντες μηδὲν καὶ οἱ Σκύθαι μὴ πειρῴατο βιώμενοι καὶ βουλόμενοι διαβῆναι τὸν Ἴστρον κατὰ τὴν γέφυραν , εἰπεῖν τε λύοντας τῆς γεφύρης τὸ ἐς τὴν Σκυθικὴν ἔχον ὡς πάντα ποιήσουσι τὰ Σκύθῃσί ἐστι ἐν ἡδονῇ . Ταῦτα μὲν προσέθηκαν τῇ γνώμῃ , μετὰ δὲ ἐκ πάντων ὑπεκρίνατο Ἱστιαῖος τάδε λέγων · ʹ Ἄνδρες Σκύθαι , χρηστὰ ἥκετε φέροντες καὶ ἐς καιρὸν ἐπείγεσθε . Καὶ τά τε ἀπ’ ὑμέων ἡμῖν χρηστῶς ὁδοῦται καὶ τὰ ἀπ’ ἡμέων ἐς ὑμέας ἐπιτηδέως ὑπηρετέεται . Ὡς γὰρ ὁρᾶτε , καὶ λύομεν τὸν πόρον καὶ προθυμίην πᾶσαν ἕξομεν , θέλοντες εἶναι ἐλεύθεροι . Ἐν δὲ ἡμεῖς τάδε λύομεν , ὑμέας καιρός ἐστι δίζησθαι ἐκείνους , εὑρόντας δὲ ὑπέρ τε ἡμέων καὶ ὑμέων αὐτῶν τείσασθαι οὕτω ὡς κείνους πρέπει . ʹ