4.142 Πέρσαι μὲν ὦν οὕτω ἐκφεύγουσι . Σκύθαι δὲ διζήμενοι καὶ τὸ δεύτερον ἥμαρτον τῶν Περσέων , καὶ τοῦτο μέν , ὡς ἐόντας Ἴωνας ἐλευθέρους , κακίστους τε καὶ ἀνανδροτάτους κρίνουσι εἶναι ἁπάντων ἀνθρώπων , τοῦτο δέ , ὡς δούλων Ἰώνων τὸν λόγον ποιεύμενοι , ἀνδράποδα φιλοδέσποτά φασι εἶναι καὶ ἄδρηστα μάλιστα · ταῦτα μὲν δὴ Σκύθῃσι ἐς Ἴωνας ἀπέρριπται . ʹ
4.143 Δαρεῖος δὲ διὰ τῆς Θρηίκης πορευόμενος ἀπίκετο ἐς Σηστὸν τῆς Χερσονήσου · ἐνθεῦτεν δὲ αὐτὸς μὲν διέβη τῇσι νηυσὶ ἐς τὴν Ἀσίην , λείπει δὲ στρατηγὸν ἐν τῇ Εὐρώπῃ Μεγάβαζον ἄνδρα Πέρσην , τῷ Δαρεῖός κοτε ἔδωκε γέρας , τοιόνδε εἴπας ἐν Πέρσῃσι ἔπος · ὁρμημένου Δαρείου ῥοιὰς τρώγειν , ὡς ἄνοιξε τάχιστα τὴν πρώτην τῶν ῥοιέων , εἴρετο αὐτὸν ἀδελφεὸς Ἀρτάβανος τι βούλοιτ’ ἄν οἱ τοσοῦτο πλῆθος γενέσθαι ὅσοι ἐν τῇ ῥοιῇ κόκκοι · Δαρεῖος δὲ εἶπε Μεγαβάζους ἄν οἱ τοσούτους ἀριθμὸν γενέσθαι βούλεσθαι μᾶλλον τὴν Ἑλλάδα ὑπήκοον . Ἐν μὲν δὴ Πέρσῃσι ταῦτά μιν εἴπας ἐτίμα , τότε δὲ αὐτὸν ὑπέλιπε στρατηγὸν ἔχοντα τῆς στρατιῆς τῆς ἑωυτοῦ ὀκτὼ μυριάδας .
4.144 Οὗτος δὲ Μεγάβαζος εἴπας τόδε τὸ ἔπος ἐλίπετο ἀθάνατον μνήμην πρὸς Ἑλλησποντίων · γενόμενος γὰρ ἐν Βυζαντίῳ ἐπύθετο ἑπτακαίδεκα ἔτεσι πρότερον Καλχηδονίους κτίσαντας τὴν χώρην Βυζαντίων , πυθόμενος δὲ ἔφη Καλχηδονίους τοῦτον τὸν χρόνον τυγχάνειν ἐόντας τυφλούς · οὐ γὰρ ἂν τοῦ καλλίονος παρεόντος κτίζειν χώρου τὸν αἰσχίονα ἑλέσθαι , εἰ μὴ ἦσαν τυφλοί . Οὗτος δὴ ὦν τότε Μεγάβαζος στρατηγὸς λειφθεὶς ἐν τῇ χώρῃ Ἑλλησποντίων τοὺς μὴ μηδίζοντας κατεστρέφετο .