4.137 Πρὸς ταῦτα Ἴωνες ἐβουλεύοντο . Μιλτιάδεω μὲν δὴ τοῦ Ἀθηναίου , στρατηγέοντος καὶ τυραννεύοντος Χερσονησιτέων τῶν ἐν Ἑλλησπόντῳ , ἦν γνώμη πείθεσθαι Σκύθῃσι καὶ ἐλευθεροῦν Ἰωνίην · Ἱστιαίου δὲ τοῦ Μιλησίου ἐναντίη ταύτῃ , λέγοντος ὡς νῦν μὲν διὰ Δαρεῖον ἕκαστος αὐτῶν τυραννεύει πόλιος , τῆς Δαρείου δὲ δυνάμιος καταιρεθείσης οὔτε αὐτὸς Μιλησίων οἷός τε ἔσεσθαι ἄρχειν οὔτε ἄλλον οὐδένα οὐδαμῶν · βουλήσεσθαι γὰρ ἑκάστην τῶν πολίων δημοκρατέεσθαι μᾶλλον τυραννεύεσθαι . Ἱστιαίου δὲ γνώμην ταύτην ἀποδεικνυμένου αὐτίκα πάντες ἦσαν τετραμμένοι πρὸς ταύτην τὴν γνώμην , πρότερον τὴν Μιλτιάδεω αἱρεόμενοι .
4.138 Ἦσαν δὲ οὗτοι οἱ διαφέροντές τε τὴν ψῆφον καὶ ἐόντες λόγου πρὸς βασιλέος , Ἑλλησποντίων μὲν τύραννοι Δάφνις τε Ἀβυδηνὸς καὶ Ἵπποκλος Λαμψακηνὸς καὶ Ἡρόφαντος Παριηνὸς καὶ Μητρόδωρος Προκοννήσιος καὶ Ἀρισταγόρης Κυζικηνὸς καὶ Ἀρίστων Βυζάντιος · οὗτοι μὲν ἦσαν οἱ ἐξ Ἑλλησπόντου · ἀπ’ Ἰωνίης δὲ Στράττις τε Χῖος καὶ Αἰάκης Σάμιος καὶ Λαοδάμας Φωκαιεὺς καὶ Ἱστιαῖος Μιλήσιος , τοῦ ἦν γνώμη προκειμένη ἐναντίη τῇ Μιλτιάδεω · Αἰολέων δὲ παρῆν λόγιμος μοῦνος Ἀρισταγόρης Κυμαῖος .