4.136 Ἡμέρης δὲ γενομένης γνόντες οἱ ὑπολειφθέντες ὡς προδεδομένοι εἶεν ὑπὸ Δαρείου χεῖράς τε προετείνοντο τοῖσι Σκύθῃσι καὶ ἔλεγον τὰ κατήκοντα · οἱ δὲ ὡς ἤκουσαν ταῦτα , τὴν ταχίστην συστραφέντες , αἵ τε δύο μοῖραι τῶν Σκυθέων καὶ μία καὶ Σαυρομάται καὶ Βουδῖνοι καὶ Γελωνοί , ἐδίωκον τοὺς Πέρσας ἰθὺ τοῦ Ἴστρου . Ἅτε δὲ τοῦ Περσικοῦ μὲν τοῦ πολλοῦ ἐόντος πεζοῦ στρατοῦ καὶ τὰς ὁδοὺς οὐκ ἐπισταμένου ὥστε οὐ τετμημένων τῶν ὁδῶν , τοῦ δὲ Σκυθικοῦ ἱππότεω καὶ τὰ σύντομα τῆς ὁδοῦ ἐπισταμένου , ἁμαρτόντες ἀλλήλων , ἔφθησαν πολλῷ οἱ Σκύθαι τοὺς Πέρσας ἐπὶ τὴν γέφυραν ἀπικόμενοι . Μαθόντες δὲ τοὺς Πέρσας οὔκω ἀπιγμένους ἔλεγον πρὸς τοὺς Ἴωνας ἐόντας ἐν τῇσι νηυσί · ʹ Ἄνδρες Ἴωνες , αἵ τε ἡμέραι ὑμῖν τοῦ ἀριθμοῦ διοίχηνται καὶ οὐ ποιέετε δίκαια ἔτι παραμένοντες . Ἀλλ’ ἐπεὶ πρότερον δειμαίνοντες ἐμένετε , νῦν λύσαντες τὸν πόρον τὴν ταχίστην ἄπιτε χαίροντες ἐλεύθεροι , θεοῖσί τε καὶ Σκύθῃσι εἰδότες χάριν . Τὸν δὲ πρότερον ἐόντα ὑμέων δεσπότην ἡμεῖς παραστησόμεθα οὕτω ὥστε ἐπὶ μηδαμοὺς ἔτι ἀνθρώπους αὐτὸν στρατεύσεσθαι . ʹ