4.135 Γωβρύης μὲν ταῦτα συνεβούλευε · μετὰ δὲ νύξ τε ἐγένετο καὶ Δαρεῖος ἐχρᾶτο τῇ γνώμῃ ταύτῃ · τοὺς μὲν καματηροὺς τῶν ἀνδρῶν καὶ τῶν ἦν ἐλάχιστος ἀπολλυμένων λόγος , καὶ τοὺς ὄνους πάντας καταδήσας κατέλιπε αὐτοῦ ταύτῃ ἐν τῷ στρατοπέδῳ . Κατέλιπε δὲ τούς τε ὄνους καὶ τοὺς ἀσθενέας τῆς στρατιῆς τῶνδε εἵνεκεν , ἵνα οἱ μὲν ὄνοι βοὴν παρέχωνται · οἱ δὲ ἄνθρωποι ἀσθενείης μὲν εἵνεκεν κατελείποντο , προφάσιος δ’ πὶ τῆσδε δηλαδή , ὡς αὐτὸς μὲν σὺν τῷ καθαρῷ τοῦ στρατοῦ ἐπιθήσεσθαι μέλλοι τοῖσι Σκύθῃσι , οὗτοι δὲ τὸ στρατόπεδον τοῦτον τὸν χρόνον ῥυοίατο . Ταῦτα τοῖσι ὑπολειπομένοισι ὑπερθέμενος Δαρεῖος καὶ πυρὰ ἐκκαύσας τὴν ταχίστην ἠπείγετο ἐπὶ τὸν Ἴστρον . Οἱ δὲ ὄνοι ἐρημωθέντες τοῦ ὁμίλου οὕτω δὴ μᾶλλον πολλῷ ἵεσαν τῆς φωνῆς · ἀκούσαντες δὲ οἱ Σκύθαι τῶν ὄνων πάγχυ κατὰ χώρην ἤλπιζον τοὺς Πέρσας εἶναι .