4.134 Πέρσῃσι δὲ μετὰ τὰ δῶρα τὰ ἐλθόντα Δαρείῳ ἀντετάχθησαν οἱ ὑπολειφθέντες Σκύθαι πεζῷ καὶ ἵπποισι ὡς συμβαλέοντες . Τεταγμένοισι δὲ τοῖσι Σκύθῃσι λαγὸς ἐς τὸ μέσον διήιξε · τῶν δὲ ὡς ἕκαστοι ὥρων τὸν λαγὸν ἐδίωκον . Ταραχθέντων δὲ τῶν Σκυθέων καὶ βοῇ χρεωμένων εἴρετο Δαρεῖος τῶν ἀντιπολεμίων τὸν θόρυβον · πυθόμενος δέ σφεας τὸν λαγὸν διώκοντας εἶπε ἄρα πρὸς τούς περ ἐώθεε καὶ τὰ ἄλλα λέγειν · ʹ Οὗτοι ὧνδρες ἡμέων πολλὸν καταφρονέουσι , καί μοι νῦν φαίνεται Γωβρύης εἶπαι περὶ τῶν Σκυθικῶν δώρων ὀρθῶς . Ὡς ὦν οὕτω ἤδη δοκεόντων καὶ αὐτῷ μοι ἔχειν , βουλῆς ἀγαθῆς δεῖ ὅκως ἀσφαλέως κομιδὴ ἡμῖν ἔσται τὸ ὀπίσω . ʹ Πρὸς ταῦτα Γωβρύης εἶπε · ʹ βασιλεῦ , ἐγὼ σχεδὸν μὲν καὶ λόγῳ ἠπιστάμην τούτων τῶν ἀνδρῶν τὴν ἀπορίην · ἐλθὼν δὲ μᾶλλον ἐξέμαθον , ὁρέων αὐτοὺς ἐμπαίζοντας ἡμῖν . Νῦν ὦν μοι δοκέει , ἐπεὰν τάχιστα νὺξ ἐπέλθῃ , ἐκκαύσαντας τὰ πυρὰ ὡς ἐώθαμεν καὶ ἄλλοτε ποιέειν , τῶν στρατιωτέων τοὺς ἀσθενεστάτους ἐς τὰς ταλαιπωρίας ἐξαπατήσαντας καὶ τοὺς ὄνους πάντας καταδήσαντας ἀπαλλάσσεσθαι , πρὶν καὶ ἐπὶ τὸν Ἴστρον ἰθῦσαι Σκύθας λύσοντας τὴν γέφυραν καί τι Ἴωσι δόξαι τὸ ἡμέας οἷόν τε ἔσται ἐξεργάσασθαι . ʹ