4.132 Δαρείου μέν νυν γνώμη ἦν Σκύθας ἑωυτῷ διδόναι σφέας τε αὐτοὺς καὶ γῆν τε καὶ ὕδωρ , εἰκάζων τῇδε , ὡς μῦς μὲν ἐν γῇ γίνεται καρπὸν τὸν αὐτὸν ἀνθρώπῳ σιτεόμενος , βάτραχος δὲ ἐν ὕδατι , ὄρνις δὲ μάλιστα ἔοικε ἵππῳ , τοὺς δὲ ὀϊστοὺς ὡς τὴν ἑωυτῶν ἀλκὴν παραδιδοῦσι . Αὕτη μὲν Δαρείῳ ἀπεδέδεκτο γνώμη , συνεστήκεε δὲ ταύτῃ τῇ γνώμῃ Γωβρύεω , τῶν ἀνδρῶν τῶν ἑπτὰ ἑνὸς τῶν τὸν μάγον κατελόντων , εἰκάζοντος τὰ δῶρα λέγειν · ʹ Ἢν μὴ ὄρνιθες γενόμενοι ἀναπτῆσθε ἐς τὸν οὐρανόν , Πέρσαι , μύες γενόμενοι κατὰ τῆς γῆς καταδύητε , βάτραχοι γενόμενοι ἐς τὰς λίμνας ἐσπηδήσητε , οὐκ ἀπονοστήσετε ὀπίσω ὑπὸ τῶνδε τῶν τοξευμάτων βαλλόμενοι . ʹ
4.133 Πέρσαι μὲν δὴ οὕτω τὰ δῶρα εἴκαζον . δὲ Σκυθέων μία μοῖρα ταχθεῖσα πρότερον μὲν παρὰ τὴν Μαιῆτιν λίμνην φρουρέειν , τότε δὲ ἐπὶ τὸν Ἴστρον Ἴωσι ἐς λόγους ἐλθεῖν , ὡς ἀπίκετο ἐπὶ τὴν γέφυραν , ἔλεγε τάδε · ʹ Ἄνδρες Ἴωνες , ἐλευθερίην ἥκομεν ὑμῖν φέροντες , ἤν πέρ γε ἐθέλητε ἐσακούειν . Πυνθανόμεθα γὰρ Δαρεῖον ἐντείλασθαι ὑμῖν ἑξήκοντα ἡμέρας μούνας φρουρήσαντας τὴν γέφυραν , αὐτοῦ μὴ παραγενομένου ἐν τούτῳ τῷ χρόνῳ , ἀπαλλάσσεσθαι ἐς τὴν ὑμετέρην . Νῦν ὦν ὑμεῖς τάδε ποιεῦντες ἐκτὸς μὲν ἔσεσθε πρὸς ἐκείνου αἰτίης , ἐκτὸς δὲ πρὸς ἡμέων · τὰς προκειμένας ἡμέρας παραμείναντες τὸ ἀπὸ τούτου ἀπαλλάσσεσθε . ʹ Οὗτοι μέν νυν ὑποδεξαμένων Ἰώνων ποιήσειν ταῦτα ὀπίσω τὴν ταχίστην ἠπείγοντο . ʹ