4.130 Οἱ δὲ Σκύθαι ὅκως τοὺς Πέρσας ἴδοιεν τεθορυβημένους , ἵνα παραμένοιέν τε ἐπὶ πλέω χρόνον ἐν τῇ Σκυθικῇ καὶ παραμένοντες ἀνιῴατο τῶν πάντων ἐπιδευέες ἐόντες , ἐποίευν τοιάδε · ὅκως τῶν προβάτων τῶν σφετέρων αὐτῶν καταλίποιεν μετὰ τῶν νομέων , αὐτοὶ ἂν ὑπεξήλαυνον ἐς ἄλλον χῶρον · οἱ δὲ ἂν Πέρσαι ἐπελθόντες λάβεσκον τὰ πρόβατα καὶ λαβόντες ἐπηείροντο ἂν τῷ πεποιημένῳ .
4.131 Πολλάκις δὲ τοιούτου γενομένου τέλος Δαρεῖός τε ἐν ἀπορίῃσι εἴχετο καὶ οἱ Σκυθέων βασιλέες μαθόντες τοῦτο ἔπεμπον κήρυκα δῶρα Δαρείῳ φέροντα ὄρνιθά τε καὶ μῦν καὶ βάτραχον καὶ ὀϊστοὺς πέντε . Πέρσαι δὲ τὸν φέροντα τὰ δῶρα ἐπειρώτων τὸν νόον τῶν διδομένων · δὲ οὐδὲν ἔφη οἱ ἐπεστάλθαι ἄλλο δόντα τὴν ταχίστην ἀπαλλάσσεσθαι · αὐτοὺς δὲ τοὺς Πέρσας ἐκέλευε , εἰ σοφοί εἰσι , γνῶναι τὸ θέλει τὰ δῶρα λέγειν . Ταῦτα ἀκούσαντες οἱ Πέρσαι ἐβουλεύοντο .