4.128 μὲν δὴ κῆρυξ οἰχώκεε ἀγγελέων ταῦτα Δαρείῳ , οἱ δὲ Σκυθέων βασιλέες ἀκούσαντες τῆς δουλοσύνης τὸ οὔνομα ὀργῆς ἐπλήσθησαν . Τὴν μὲν δὴ μετὰ Σαυροματέων μοῖραν ταχθεῖσαν , τῆς ἦρχε Σκώπασις , πέμπουσι Ἴωσι κελεύοντες ἐς λόγους ἀπικέσθαι , τούτοισι οἳ τὸν Ἴστρον ἐζευγμένον ἐφρούρεον · αὐτῶν δὲ τοῖσι ὑπολειπομένοισι ἔδοξε πλανᾶν μὲν μηκέτι Πέρσας , σῖτα δὲ ἑκάστοτε ἀναιρεομένοισι ἐπιτίθεσθαι . Νωμῶντες ὦν σῖτα ἀναιρεομένους τοὺς Δαρείου ἐποίευν τὰ βεβουλευμένα . μὲν δὴ ἵππος τὴν ἵππον αἰεὶ τρέπεσκε τῶν Σκυθέων , οἱ δὲ τῶν Περσέων ἱππόται φεύγοντες ἐσέπιπτον ἐς τὸν πεζόν , δὲ πεζὸς ἂν ἐπεκούρεε · οἱ δὲ Σκύθαι ἐσαράξαντες τὴν ἵππον ὑπέστρεφον , τὸν πεζὸν φοβεόμενοι . Ἐποιεῦντο δὲ καὶ τὰς νύκτας παραπλησίας προσβολὰς οἱ Σκύθαι .
4.129 Τὸ δὲ τοῖσι Πέρσῃσί τε ἦν σύμμαχον καὶ τοῖσι Σκύθῃσι ἀντίξοον ἐπιτιθεμένοισι τῷ Δαρείου στρατοπέδῳ , θῶμα μέγιστον ἐρέω , τῶν τε ὄνων φωνὴ καὶ τῶν ἡμιόνων τὸ εἶδος . Οὔτε γὰρ ὄνον οὔτε ἡμίονον γῆ Σκυθικὴ φέρει , ὡς καὶ πρότερόν μοι δεδήλωται · οὐδὲ ἔστι ἐν τῇ Σκυθικῇ πάσῃ χώρῃ τὸ παράπαν οὔτε ὄνος οὔτε ἡμίονος διὰ τὰ ψύχεα . Ὑβρίζοντες ὦν οἱ ὄνοι ἐτάρασσον τὴν ἵππον τῶν Σκυθέων · πολλάκις δὲ ἐπελαυνόντων ἐπὶ τοὺς Πέρσας μεταξὺ ὅκως ἀκούσειαν οἱ ἵπποι τῶν ὄνων τῆς φωνῆς , ἐταράσσοντό τε ὑποστρεφόμενοι καὶ ἐν θώματι ἔσκον , ὀρθὰ ἱστάντες τὰ ὦτα , ἅτε οὔτε ἀκούσαντες πρότερον φωνῆς τοιαύτης οὔτε ἰδόντες τὸ εἶδος . Ταῦτα μέν νυν ἐπὶ σμικρόν τι ἐφέροντο τοῦ πολέμου .