4.127 Πρὸς ταῦτα Σκυθέων βασιλεὺς Ἰδάνθυρσος ἔλεγε τάδε · ʹ Οὕτω τὸ ἐμὸν ἔχει , Πέρσα · ἐγὼ οὐδένα κω ἀνθρώπων δείσας ἔφυγον οὔτε πρότερον οὔτε νῦν σὲ φεύγω · οὐδέ τι νεώτερόν εἰμι ποιήσας νῦν καὶ ἐν εἰρήνῃ ἐώθεα ποιέειν . τι δὲ οὐκ αὐτίκα μάχομαί τοι , ἐγὼ καὶ τοῦτο σημανέω · ἡμῖν οὔτε ἄστεα οὔτε γῆ πεφυτευμένη ἔστι , τῶν πέρι δείσαντες μὴ ἁλῷ καρῇ ταχύτερον ἂν ὑμῖν συμμίσγοιμεν ἐς μάχην . Εἰ δὲ δέοι πάντως ἐς τοῦτο κατὰ τάχος ἀπικνέεσθαι , τυγχάνουσι ἡμῖν ἐόντες τάφοι πατρώιοι · φέρετε , τούτους ἀνευρόντες συγχέειν πειρᾶσθε αὐτούς , καὶ γνώσεσθε τότε εἴτε ὑμῖν μαχησόμεθα περὶ τῶν τάφων εἴτε καὶ οὐ μαχησόμεθα . Πρότερον δέ , ἢν μὴ ἡμέας λόγος αἱρέῃ , οὐ συμμείξομέν τοι . Ἀμφὶ μὲν μάχῃ τοσαῦτα εἰρήσθω . Δεσπότας δὲ ἐμοὺς ἐγὼ Δία τε νομίζω τὸν ἐμὸν πρόγονον καὶ Ἱστίην τὴν Σκυθέων βασίλειαν μούνους εἶναι . Σοὶ δὲ ἀντὶ μὲν δώρων γῆς τε καὶ ὕδατος δῶρα πέμψω τοιαῦτα οἷα σοὶ πρέπει ἐλθεῖν , ἀντὶ δὲ τοῦ ὅτι δεσπότης ἔφησας εἶναι ἐμός , κλαίειν λέγω . Τοῦτό ἐστι ἀπὸ Σκυθέων ῥῆσις . ʹ