4.126 Ὡς δὲ πολλὸν τοῦτο ἐγίνετο καὶ οὐκ ἐπαύετο , πέμψας Δαρεῖος ἱππέα παρὰ τὸν Σκυθέων βασιλέα Ἰδάνθυρσον ἔλεγε τάδε · ʹ Δαιμόνιε ἀνδρῶν , τί φεύγεις αἰεί , ἐξεόν τοι τῶνδε τὰ ἕτερα ποιέειν ; Εἰ μὲν γὰρ ἀξιόχρεος δοκέεις εἶναι σεωυτῷ τοῖσι ἐμοῖσι πρήγμασι ἀντιωθῆναι , σὺ δὲ στάς τε καὶ παυσάμενος πλάνης μάχεσθαι · εἰ δὲ συγγινώσκεαι εἶναι ἥσσων , σὺ δὲ καὶ οὕτω παυσάμενος τοῦ δρόμου δεσπότῃ τῷ σῷ δῶρα φέρων γῆν τε καὶ ὕδωρ ἐλθὲ ἐς λόγους . ʹ