4.125 Ἐλαύνων δὲ τὴν ταχίστην τὸν στρατὸν ὡς ἐς τὴν Σκυθικὴν ἀπίκετο , ἐνέκυρσε ἀμφοτέρῃσι τῇσι μοίρῃσι τῶν Σκυθέων , ἐντυχὼν δὲ ἐδίωκε ὑπεκφέροντας ἡμέρης ὁδῷ . Καί , οὐ γὰρ ἀνίει ἐπιὼν Δαρεῖος , οἱ Σκύθαι κατὰ τὰ βεβουλευμένα ὑπέφευγον ἐς τῶν ἀπειπαμένων τὴν σφετέρην συμμαχίην , πρώτην δὲ ἐς τῶν Μελαγχλαίνων τὴν γῆν . Ὡς δὲ ἐσβαλόντες τούτους ἐτάραξαν οἵ τε Σκύθαι καὶ οἱ Πέρσαι , κατηγέοντο οἱ Σκύθαι ἐς τῶν Ἀνδροφάγων τοὺς χώρους , ταραχθέντων δὲ καὶ τούτων ὑπῆγον ἐπὶ τὴν Νευρίδα , ταρασσομένων δὲ καὶ τούτων ἤισαν ὑποφεύγοντες οἱ Σκύθαι ἐς τοὺς Ἀγαθύρσους . Ἀγάθυρσοι δὲ ὁρῶντες καὶ τοὺς ὁμούρους φεύγοντας ὑπὸ Σκυθέων καὶ τεταραγμένους , πρὶν σφι ἐμβαλεῖν τοὺς Σκύθας πέμψαντες κήρυκα ἀπηγόρευον Σκύθῃσι μὴ ἐπιβαίνειν τῶν σφετέρων οὔρων , προλέγοντες ὡς εἰ πειρήσονται ἐσβαλλόντες , σφίσι πρῶτα διαμαχήσονται . Ἀγάθυρσοι μὲν δὴ προείπαντες ταῦτα ἐβοήθεον ἐπὶ τοὺς οὔρους , ἐρύκειν ἐν νόῳ ἔχοντες τοὺς ἐπιόντας · Μελάγχλαινοι δὲ καὶ Ἀνδροφάγοι καὶ Νευροὶ ἐσβαλόντων τῶν Περσέων ἅμα Σκύθῃσι οὔτε πρὸς ἀλκὴν ἐτρέποντο ἐπιλαθόμενοί τε τῆς ἀπειλῆς ἔφευγον αἰεὶ τὸ πρὸς βορέω ἐς τὴν ἔρημον τεταραγμένοι . Οἱ δὲ Σκύθαι ἐς μὲν τοὺς Ἀγαθύρσους οὐκέτι ἀπείπαντας ἀπικνέοντο , οἱ δὲ ἐκ τῆς Νευρίδος χώρης ἐς τὴν σφετέρην κατηγέοντο τοῖσι Πέρσῃσι .