4.123 Ὅσον μὲν δὴ χρόνον οἱ Πέρσαι ἤισαν διὰ τῆς Σκυθικῆς καὶ τῆς Σαυρομάτιδος χώρης , οἱ δὲ εἶχον οὐδὲν σίνεσθαι , ἅτε τῆς χώρης ἐούσης χέρσου · ἐπείτε δὲ ἐς τὴν τῶν Βουδίνων χώρην ἐσέβαλον , ἐνθαῦτα δὴ ἐντυχόντες τῷ ξυλίνῳ τείχεϊ , ἐκλελοιπότων τῶν Βουδίνων καὶ κεκενωμένου τοῦ τείχεος πάντων , ἐνέπρησαν αὐτό . Τοῦτο δὲ ποιήσαντες εἵποντο αἰεὶ τὸ πρόσω κατὰ στίβον , ἐς διεξελθόντες ταύτην ἐς τὴν ἔρημον ἀπίκοντο . δὲ ἔρημος αὕτη ὑπὸ οὐδαμῶν νέμεται ἀνδρῶν , κεῖται δὲ ὑπὲρ τῆς Βουδίνων χώρης , ἐοῦσα πλῆθος ἑπτὰ ἡμερέων ὁδοῦ · ὑπὲρ δὲ τῆς ἐρήμου Θυσσαγέται οἰκέουσι , ποταμοὶ δὲ ἐξ αὐτῶν τέσσερες μεγάλοι ῥέοντες διὰ Μαιητέων ἐκδιδοῦσι ἐς τὴν λίμνην τὴν καλεομένην Μαιῆτιν , τοῖσι οὐνόματα κεῖται τάδε · Λύκος , Ὄαρος , Τάναϊς , Σύργις .
4.124 Ἐπεὶ ὦν Δαρεῖος ἦλθε ἐς τὴν ἔρημον , παυσάμενος τοῦ δρόμου ἵδρυσε τὴν στρατιὴν ἐπὶ ποταμῷ Ὀάρῳ . Τοῦτο δὲ ποιήσας ὀκτὼ τείχεα ἐτείχεε μεγάλα , ἴσον ἀπ’ ἀλλήλων ἀπέχοντα , σταδίους ὡς ἑξήκοντα μάλιστά κῃ , τῶν ἔτι ἐς ἐμὲ τὰ ἐρείπια σόα ἦν . Ἐν δὲ οὗτος πρὸς ταῦτα ἐτρέπετο , οἱ διωκόμενοι Σκύθαι περιελθόντες τὰ κατύπερθε ὑπέστρεφον ἐς τὴν Σκυθικήν . Ἀφανισθέντων δὲ τούτων τὸ παράπαν , ὡς οὐκέτι ἐφαντάζοντό σφι , οὕτω δὴ Δαρεῖος τείχεα μὲν ἐκεῖνα ἡμίεργα μετῆκε , αὐτὸς δὲ ὑποστρέψας ἤιε πρὸς ἑσπέρην , δοκέων τούτους τε πάντας τοὺς Σκύθας εἶναι καὶ πρὸς ἑσπέρην σφέας φεύγειν . ʹ