4.121 Ταῦτα οἱ Σκύθαι βουλευσάμενοι ὑπηντίαζον τὴν Δαρείου στρατιήν , προδρόμους ἀποστείλαντες τῶν ἱππέων τοὺς ἀρίστους . Τὰς δὲ ἁμάξας ἐν τῇσί σφι διαιτᾶτο τὰ τέκνα τε καὶ αἱ γυναῖκες πάσας καὶ τὰ πρόβατα πάντα , πλὴν ὅσα σφι ἐς φορβὴν ἱκανὰ ἦν , τοσαῦτα ὑπολιπόμενοι τὰ ἄλλα ἅμα τῇσι ἁμάξῃσι προέπεμψαν , ἐντειλάμενοι αἰεὶ τὸ πρὸς βορέω ἐλαύνειν .
4.122 Ταῦτα μὲν δὴ προεκομίζετο , τῶν δὲ Σκυθέων οἱ πρόδρομοι ὡς εὗρον τοὺς Πέρσας ὅσον τε τριῶν ἡμερέων ὁδὸν ἀπέχοντας ἀπὸ τοῦ Ἴστρου , οὗτοι μὲν τούτους εὑρόντες ἡμέρης ὁδῷ προέχοντες ἐστρατοπεδεύοντο τὰ ἐκ τῆς γῆς φυόμενα λεαίνοντες . Οἱ δὲ Πέρσαι ὡς εἶδον ἐπιφανεῖσαν τῶν Σκυθέων τὴν ἵππον , ἐπήισαν κατὰ στίβον αἰεὶ ὑπαγόντων · καὶ ἔπειτα πρὸς γὰρ τὴν μίαν τῶν μοιρέων ἴθυσαν οἱ Πέρσαι ἐδίωκον πρὸς ἠῶ τε καὶ ἰθὺ Τανάϊδος . Διαβάντων δὲ τούτων τὸν Τάναϊν ποταμὸν οἱ Πέρσαι ἐπιδιαβάντες ἐδίωκον , ἐς τῶν Σαυροματέων τὴν χώρην διεξελθόντες ἀπίκοντο ἐς τὴν τῶν Βουδίνων .