4.120 Ταῦτα ὡς ἀπενειχθέντα ἐπύθοντο οἱ Σκύθαι , ἐβουλεύοντο ἰθυμαχίην μὲν μηδεμίαν ποιέεσθαι ἐκ τοῦ ἐμφανέος , ὅτε δή σφι οὗτοί γε σύμμαχοι οὐ προσεγίνοντο , ὑπεξιόντες δὲ καὶ ὑπεξελαύνοντες τὰ φρέατα τὰ παρεξίοιεν αὐτοὶ καὶ τὰς κρήνας συγχοῦν , τὴν ποίην τε ἐκ τῆς γῆς ἐκτρίβειν , διχοῦ σφέας διελόντες . Καὶ πρὸς μὲν τὴν μίαν τῶν μοιρέων , τῆς ἐβασίλευε Σκώπασις , προσχωρέειν Σαυρομάτας · τούτους μὲν δὴ ὑπάγειν , ἢν ἐπὶ τοῦτο τράπηται Πέρσης , ἰθὺ Τανάϊδος ποταμοῦ παρὰ τὴν Μαιῆτιν λίμνην ὑποφεύγοντας , ἀπελαύνοντός τε τοῦ Πέρσεω ἐπιόντας διώκειν . Αὕτη μέν σφι μία ἦν μοῖρα τῆς βασιληίης τεταγμένη ταύτην τὴν ὁδὸν περ εἴρηται . Τὰς δὲ δύο τῶν βασιληίων , τήν τε μεγάλην τῆς ἦρχε Ἰδάνθυρσος καὶ τὴν τρίτην τῆς ἐβασίλευε Τάξακις , συνελθούσας ἐς τὠυτὸ καὶ Γελωνῶν τε καὶ Βουδίνων προσγενομένων , ἡμέρης καὶ τούτους ὁδῷ προέχοντας τῶν Περσέων ὑπεξάγειν , ὑπιόντας τε καὶ ποιεῦντας τὰ βεβουλευμένα · πρῶτα μέν νυν ὑπάγειν σφέας ἰθὺ τῶν χωρέων τῶν ἀπειπαμένων τὴν σφετέρην συμμαχίην , ἵνα καὶ τούτους ἐκπολεμώσωσι · εἰ δὲ μὴ ἑκόντες γε ὑπέδυσαν τὸν πόλεμον τὸν πρὸς Πέρσας , ἀλλ’ ἀέκοντας ἐκπολεμώσεσθαι · μετὰ δὲ τοῦτο ὑποστρέφειν ἐς τὴν σφετέρην καὶ ἐπιχειρέειν , ἢν δὴ βουλευομένοισι δοκέῃ .