4.119 Ταῦτα Σκυθέων ἐπαγγελλομένων ἐβουλεύοντο οἱ βασιλέες οἱ ἀπὸ τῶν ἐθνέων ἥκοντες , καί σφεων ἐσχίσθησαν αἱ γνῶμαι . μὲν Γελωνὸς καὶ Βουδῖνος καὶ Σαυρομάτης κατὰ τὠυτὸ γενόμενοι ὑπεδέκοντο Σκύθῃσι τιμωρήσειν , δὲ Ἀγάθυρσος καὶ Νευρὸς καὶ Ἀνδροφάγος καὶ οἱ τῶν Μελαγχλαίνων καὶ Ταύρων τάδε Σκύθῃσι ὑπεκρίναντο · ʹ Εἰ μὲν μὴ ὑμεῖς ἔατε οἱ πρότεροι ἀδικήσαντες Πέρσας καὶ ἄρξαντες πολέμου , τούτων δεόμενοι τῶν νῦν δέεσθε λέγειν τε ἂν ἐφαίνεσθε ἡμῖν ὀρθά , καὶ ἡμεῖς ὑπακούσαντες τὠυτὸ ἂν ὑμῖν ἐπρήσσομεν . Νῦν δὲ ὑμεῖς τε ἐς τὴν ἐκείνων ἐσβαλόντες γῆν ἄνευ ἡμέων ἐπεκρατέετε Περσέων ὅσον χρόνον ὑμῖν θεὸς παρεδίδου , καὶ ἐκεῖνοι , ἐπεί σφεας ὡυτὸς θεὸς ἐγείρει , τὴν ὁμοίην ὑμῖν ἀποδιδοῦσι . Ἡμεῖς δὲ οὔτε τι τότε ἠδικήσαμεν τοὺς ἄνδρας τούτους οὐδὲν οὔτε νῦν πρότεροι πειρησόμεθα ἀδικέειν . Ἢν μέντοι ἐπίῃ καὶ ἐπὶ τὴν ἡμετέρην ἄρξῃ τε ἀδικέων , καὶ ἡμεῖς ἀπωσόμεθα . Μέχρι δὲ τοῦτο ἴδωμεν , μενέομεν παρ’ ἡμῖν αὐτοῖσι · ἥκειν γὰρ δοκέομεν οὐκ ἐπ’ ἡμέας Πέρσας , ἀλλ’ ἐπὶ τοὺς αἰτίους τῆς ἀδικίης γενομένους . ʹ