4.118 Ἐπὶ τούτων ὦν τῶν καταλεχθέντων ἐθνέων τοὺς βασιλέας ἁλισμένους ἀπικόμενοι τῶν Σκυθέων οἱ ἄγγελοι ἔλεγον ἐκδιδάσκοντες ὡς Πέρσης , ἐπειδή οἱ τὰ ἐν τῇ ἠπείρῳ τῇ ἑτέρῃ πάντα κατέστραπται , γέφυραν ζεύξας ἐπὶ τῷ αὐχένι τοῦ Βοσπόρου διαβέβηκε ἐς τήνδε τὴν ἤπειρον , διαβὰς δὲ καὶ καταστρεψάμενος Θρήικας γεφυροῖ ποταμὸν Ἴστρον , βουλόμενος καὶ τάδε πάντα ὑπ’ ἑωυτῷ ποιήσασθαι . ʹ Ὑμεῖς ὦν μηδενὶ τρόπῳ ἐκ τοῦ μέσου κατήμενοι περιίδητε ἡμέας διαφθαρέντας , ἀλλὰ τὠυτὸ νοήσαντες ἀντιάζωμεν τὸν ἐπιόντα . Οὐκ ὦν ποιήσετε ταῦτα ; Ἡμεῖς μὲν πιεζόμενοι ἐκλείψομεν τὴν χώρην μένοντες ὁμολογίῃ χρησόμεθα · τί γὰρ πάθωμεν μὴ βουλομένων ὑμέων τιμωρέειν ; Ὑμῖν δὲ οὐδὲν ἐπὶ τούτῳ ἔσται ἐλαφρότερον · ἥκει γὰρ Πέρσης οὐδέν τι μᾶλλον ἐπ’ ἡμέας οὐ καὶ ἐπ’ ὑμέας , οὐδέ οἱ καταχρήσει ἡμέας καταστρεψαμένῳ ὑμέων ἀπέχεσθαι . Μέγα δὲ ὑμῖν λόγων τῶνδε μαρτύριον ἐρέομεν · εἰ γὰρ ἐπ’ ἡμέας μούνους ἐστρατηλάτεε Πέρσης τείσασθαι τῆς πρόσθε δουλοσύνης βουλόμενος , χρῆν αὐτὸν πάντων τῶν ἄλλων ἀπεχόμενον ἰέναι οὕτω ἐπὶ τὴν ἡμετέρην · καὶ ἂν ἐδήλου πᾶσι ὡς ἐπὶ Σκύθας ἐλαύνει καὶ οὐκ ἐπὶ τοὺς ἄλλους . Νῦν δὲ ἐπείτε τάχιστα διέβη ἐς τήνδε τὴν ἤπειρον , τοὺς αἰεὶ ἐμποδὼν γινομένους ἡμεροῦται πάντας · τούς τε δὴ ἄλλους ἔχει ὑπ’ ἑωυτῷ Θρήικας καὶ δὴ καὶ τοὺς ἡμῖν ἐόντας πλησιοχώρους Γέτας . ʹ