4.115 Ἐπείθοντο καὶ ἐποίησαν ταῦτα οἱ νεηνίσκοι . Ἐπείτε δὲ ἀπολαχόντες τῶν κτημάτων τὸ ἐπιβάλλον ἦλθον ὀπίσω παρὰ τὰς Ἀμαζόνας , ἔλεξαν αἱ γυναῖκες πρὸς αὐτοὺς τάδε . ʹ Ἡμέας ἔχει φόβος τε καὶ δέος , ὅκως χρὴ οἰκέειν ἐν τῷδε τῷ χώρῳ , τοῦτο μὲν ὑμέας ἀποστερησάσας πατέρων , τοῦτο δὲ τὴν γῆν τὴν ὑμετέρην δηλησαμένας πολλά . Ἀλλ’ ἐπείτε ἀξιοῦτε ἡμέας γυναῖκας ἔχειν , τάδε ποιέετε ἅμα ἡμῖν · φέρετε ἐξαναστέωμεν ἐκ τῆς γῆς τῆσδε καὶ περήσαντες Τάναϊν ποταμὸν οἰκέωμεν . ʹ Ἐπείθοντο καὶ ταῦτα οἱ νεηνίσκοι .
4.116 Διαβάντες δὲ τὸν Τάναϊν ὁδοιπόρεον πρὸς ἥλιον ἀνίσχοντα τριῶν μὲν ἡμερέων ἀπὸ τοῦ Τανάϊδος ὁδόν , τριῶν δὲ ἀπὸ τῆς λίμνης τῆς Μαιήτιδος πρὸς βορέην ἄνεμον . Ἀπικόμενοι δὲ ἐς τοῦτον τὸν χῶρον ἐν τῷ νῦν κατοίκηνται , οἴκησαν τοῦτον . Καὶ διαίτῃ ἀπὸ τούτου χρέωνται τῇ παλαιῇ τῶν Σαυροματέων αἱ γυναῖκες , καὶ ἐπὶ θήρην ἐπ’ ἵππων ἐκφοιτῶσαι καὶ ἅμα τοῖσι ἀνδράσι καὶ χωρὶς τῶν ἀνδρῶν , καὶ ἐς πόλεμον φοιτῶσαι καὶ στολὴν τὴν αὐτὴν τοῖσι ἀνδράσι φορέουσαι .
4.117 Φωνῇ δὲ οἱ Σαυρομάται νομίζουσι Σκυθικῇ , σολοικίζοντες αὐτῇ ἀπὸ τοῦ ἀρχαίου , ἐπεὶ οὐ χρηστῶς ἐξέμαθον αὐτὴν αἱ Ἀμαζόνες . Τὰ περὶ γάμων δὲ ὧδέ σφι διάκειται · οὐ γαμέεται παρθένος οὐδεμία πρὶν ἂν τῶν πολεμίων ἄνδρα ἀποκτείνῃ · αἱ δέ τινες αὐτέων καὶ τελευτῶσι γηραιαὶ πρὶν γήμασθαι , οὐ δυνάμεναι τὸν νόμον ἐκπλῆσαι . ʹ