4.114 Μετὰ δὲ συμμείξαντες τὰ στρατόπεδα οἴκεον ὁμοῦ , γυναῖκα ἔχων ἕκαστος ταύτην τῇ τὸ πρῶτον ἐμίχθη . Τὴν δὲ φωνὴν τὴν μὲν τῶν γυναικῶν οἱ ἄνδρες οὐκ ἐδυνέατο μαθεῖν , τὴν δὲ τῶν ἀνδρῶν αἱ γυναῖκες συνέλαβον . Ἐπεὶ δὲ συνῆκαν ἀλλήλων , ἔλεξαν πρὸς τὰς Ἀμαζόνας τάδε οἱ ἄνδρες · ʹ Ἡμῖν εἰσὶ μὲν τοκέες , εἰσὶ δὲ καὶ κτήσιες . Νῦν ὦν μηκέτι πλέονα χρόνον ζόην τοιήνδε ἔχωμεν , ἀλλ’ ἀπελθόντες ἐς τὸ πλῆθος διαιτώμεθα · γυναῖκας δὲ ἕξομεν ὑμέας καὶ οὐδαμὰς ἄλλας . ʹ Αἱ δὲ πρὸς ταῦτα ἔλεξαν τάδε · ʹ Ἡμεῖς οὐκ ἂν δυναίμεθα οἰκέειν μετὰ τῶν ὑμετερέων γυναικῶν · οὐ γὰρ τὰ αὐτὰ νόμαια ἡμῖν τε κἀκείνῃσί ἐστι . Ἡμεῖς μὲν τοξεύομέν τε καὶ ἀκοντίζομεν καὶ ἱππαζόμεθα , ἔργα δὲ γυναικήια οὐκ ἐμάθομεν · αἱ δὲ ὑμέτεραι γυναῖκες τούτων μὲν οὐδὲν τῶν ἡμεῖς κατελέξαμεν ποιεῦσι , ἔργα δὲ γυναικήια ἐργάζονται μένουσαι ἐν τῇσι ἁμάξῃσι , οὔτ’ ἐπὶ θήρην ἰοῦσαι οὔτε ἄλλῃ οὐδαμῇ . Οὐκ ἂν ὦν δυναίμεθα ἐκείνῃσι συμφέρεσθαι . Ἀλλ’ , εἰ βούλεσθε γυναῖκας ἔχειν ἡμέας καὶ δοκέειν εἶναι δικαιότατοι , ἐλθόντες παρὰ τοὺς τοκέας ἀπολάχετε τῶν κτημάτων τὸ μέρος , καὶ ἔπειτα ἐλθόντες οἰκέωμεν ἐπ’ ἡμέων αὐτῶν . ʹ