4.113 Ἐποίευν δὲ αἱ Ἀμαζόνες ἐς τὴν μεσαμβρίην τοιόνδε · ἐγίνοντο σποράδες κατὰ μίαν τε καὶ δύο , πρόσω δὴ ἀπ’ ἀλληλέων ἐς εὐμαρείην ἀποσκιδνάμεναι . Μαθόντες δὲ καὶ οἱ Σκύθαι ἐποίευν τὠυτὸ τοῦτο . Καί τις μουνωθεισέων τινὶ αὐτέων ἐνεχρίμπτετο , καὶ Ἀμαζὼν οὐκ ἀπωθέετο ἀλλὰ περιεῖδε χρήσασθαι . Καὶ φωνῆσαι μὲν οὐκ εἶχε οὐ γὰρ συνίεσαν ἀλλήλων , τῇ δὲ χειρὶ ἔφραζε ἐς τὴν ὑστεραίην ἐλθεῖν ἐς τὠυτὸ χωρίον καὶ ἕτερον ἄγειν , σημαίνουσα δύο γενέσθαι καὶ αὐτὴ ἑτέρην ἄξειν . δὲ νεηνίσκος , ἐπεὶ ἀπῆλθε , ἔλεξε ταῦτα πρὸς τοὺς λοιπούς · τῇ δὲ ὑστεραίῃ ἦλθε ἐς τὸ χωρίον αὐτός τε οὗτος καὶ ἕτερον ἦγε , καὶ τὴν Ἀμαζόνα εὗρε δευτέρην αὐτὴν ὑπομένουσαν . Οἱ δὲ λοιποὶ νεηνίσκοι , ὡς ἐπύθοντο ταῦτα , καὶ αὐτοὶ ἐκτιλώσαντο τὰς λοιπὰς τῶν Ἀμαζόνων .