4.111 Οἱ δὲ Σκύθαι οὐκ εἶχον συμβαλέσθαι τὸ πρῆγμα · οὔτε γὰρ φωνὴν οὔτε ἐσθῆτα οὔτε τὸ ἔθνος ἐγίνωσκον , ἀλλ’ ἐν θώματι ἦσαν ὁκόθεν ἔλθοιεν . Ἐδόκεον δ’ αὐτὰς εἶναι ἄνδρας τὴν αὐτὴν ἡλικίην ἔχοντας , μάχην τε δὴ πρὸς αὐτὰς ἐποιεῦντο · ἐκ δὲ τῆς μάχης τῶν νεκρῶν ἐκράτησαν οἱ Σκύθαι καὶ οὕτω ἔγνωσαν ἐούσας γυναῖκας . Βουλευομένοισι ὦν αὐτοῖσι ἔδοξε κτείνειν μὲν οὐδενὶ τρόπῳ ἔτι αὐτάς , ἑωυτῶν δὲ τοὺς νεωτάτους ἀποπέμψαι ἐς αὐτάς , πλῆθος εἰκάσαντας ὅσαι περ ἐκεῖναι ἦσαν · τούτους δὲ στρατοπεδεύεσθαι πλησίον ἐκεινέων καὶ ποιέειν τά περ ἂν καὶ ἐκεῖναι ποιέωσι · ἢν δὲ αὐτοὺς διώκωσι , μάχεσθαι μὲν μή , ὑποφεύγειν δέ · ἐπεὰν δὲ παύσωνται , ἐλθόντας αὖτις πλησίον στρατοπεδεύεσθαι . Ταῦτα ἐβουλεύσαντο οἱ Σκύθαι βουλόμενοι ἐξ αὐτέων παῖδας ἐκγενήσεσθαι .
4.112 Ἀποπεμφθέντες δὲ οἱ νεηνίσκοι ἐποίευν τὰ ἐντεταλμένα . Ἐπεὶ δὲ ἔμαθον αὐτοὺς αἱ Ἀμαζόνες ἐπ’ οὐδεμιῇ δηλήσι ἀπιγμένους , ἔων χαίρειν · προσεχώρεον δὲ πλησιαιτέρω τὸ στρατόπεδον τῷ στρατοπέδῳ ἐπ’ ἡμέρῃ ἑκάστῃ . Εἶχον δὲ οὐδὲν οὐδ’ οἱ νεηνίσκοι , ὥσπερ οὐδὲ αἱ Ἀμαζόνες , εἰ μὴ τὰ ὅπλα καὶ τοὺς ἵππους · ἀλλὰ ζόην ἔζωον τὴν αὐτὴν ἐκείνῃσι , θηρεύοντές τε καὶ ληιζόμενοι .