4.110 Σαυροματέων δὲ πέρι ὧδε λέγεται . Ὅτε Ἕλληνες Ἀμαζόσι ἐμαχέσαντο τὰς δὲ Ἀμαζόνας καλέουσι οἱ Σκύθαι Οἰόρπατα , δύναται δὲ τὸ οὔνομα τοῦτο κατὰ Ἑλλάδα γλῶσσαν ἀνδροκτόνοι · οἰὸρ γὰρ καλέουσι ἄνδρα , τὸ δὲ πατὰ κτείνειν , τότε λόγος τοὺς Ἕλληνας νικήσαντας τῇ ἐπὶ Θερμώδοντι μάχῃ ἀποπλέειν ἄγοντας τρισὶ πλοίοισι τῶν Ἀμαζόνων ὅσας ἐδυνέατο ζωγρῆσαι · τὰς δὲ ἐν τῷ πελάγεϊ ἐπιθεμένας ἐκκόψαι τοὺς ἄνδρας . Πλοῖα δὲ οὐ γινώσκειν αὐτὰς οὐδὲ πηδαλίοισι χρᾶσθαι οὐδὲ ἱστίοισι οὐδὲ εἰρεσίῃ · ἀλλ’ ἐπεὶ ἐξέκοψαν τοὺς ἄνδρας , ἐφέροντο κατὰ κῦμα καὶ ἄνεμον . Καὶ ἀπικνέονται τῆς λίμνης τῆς Μαιήτιδος ἐπὶ Κρημνούς · οἱ δὲ Κρημνοί εἰσι γῆς τῆς Σκυθέων τῶν ἐλευθέρων . Ἐνθαῦτα ἀποβᾶσαι ἀπὸ τῶν πλοίων αἱ Ἀμαζόνες ὁδοιπόρεον ἐς τὴν οἰκεομένην . Ἐντυχοῦσαι δὲ πρώτῳ ἱπποφορβίῳ τοῦτο διήρπασαν καὶ ἐπὶ τούτων ἱππαζόμεναι ἐληίζοντο τὰ τῶν Σκυθέων .